Titus2grc_f35
1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ·2πρεσβύτας νηφαλίουςεἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ·3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους4—ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,5σώφρονας, ἁγνάς, οἰκουροὺςἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.6Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν,7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων· ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν,σεμνότητα, ἀφθαρσίαν8—λόγον ὑγιῆ, ἀκατάγνωστον—ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶνλέγεινφαῦλον.9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,10μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσανἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαντοῦ Σωτῆρος ἡμῶνΘεοῦ κοσμῶσιν ἐν πᾶσιν.