ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ15grc_tcg
Please Your Neighbors, Not Yourselves
1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.2Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.3Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σεἐπέπεσον ἐπ᾽ ἐμέ.4Ὅσα γὰρ προεγράφη,εἰς τὴν ἡμετέραν διδασκαλίανπροεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶδιὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.5Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν·6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.Receive One Another
7Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετοὑμᾶς, εἰς δόξανΘεοῦ.8Λέγωδέ,Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων·9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται,Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι,καὶ τῷ ὀνόματί σου ψαλῶ.10Καὶ πάλιν λέγει,
Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.11Καὶ πάλιν,
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη,καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.12Καὶ πάλιν Ἠσαΐας λέγει,
Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί,καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν·ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.13Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος Ἁγίου.
Paul's Ministry to the Gentiles
14Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσηςγνώσεως, δυνάμενοι καὶἄλλους νουθετεῖν.15Τολμηρότερον δὲ ἔγραψα ὑμῖν,ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοιὑπὸ τοῦ Θεοῦ,16εἰς τὸ εἶναί με λειτουργὸνἸησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.17Ἔχω οὖνκαύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸςτὸν Θεόν.18Οὐ γὰρ τολμήσωλαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,19ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματοςΘεοῦ· ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ·20οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ·21ἀλλά, καθὼς γέγραπται,Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται·καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.