The law of liberty
1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.2Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.3Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ Θεὸς γὰρ αὐτὸνπροσελάβετο.4Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ, δυνατὸς γάρ ἐστινὁ Θεὸςστῆσαι αὐτόν.5Ὃς μὲνκρίνει ἡμέραν παρ᾿ ἡμέραν· ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.6Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ.Καὶὁ ἐσθίων, Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.7Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει.8Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκωμεν,τῷ Κυρίῳ ἀποθνήσκομεν.Ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν,τοῦ Κυρίου ἐσμέν.9Εἰς τοῦτο γὰρ Χριστὸς καὶἀπέθανεν καὶ ἀνέστη,καὶ ἔζησεν,ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.The judgment Seat of Christ
10Σὺ δέ, τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σύ, τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ Βήματι τοῦ Χριστοῦ.11Γέγραπται γάρ· « ‹Ζῶ ἐγώ,› λέγει Κύριος, ‹ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ,καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ.› »12Ἄρα οὖν,ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ.13Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον· τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢσκάνδαλον.14Οἶδα καὶ πέπεισμαι ἐν ΚυρίῳἸησοῦ ὅτι οὐδὲν κοινὸν δι᾿ αὐτοῦ(εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν),15εἰ δὲδιὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυεὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.16Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν·17οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ.18Ὁ γὰρ ἐν τούτοιςδουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.19Ἄρα οὖν, τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.20Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Πάντα μὲν καθαρά· ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.21Καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ.22Σὺ πίστινἔχεις; Κατὰ σεαυτὸνἔχε ἐνώπιον τοῦ Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.23Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.Doxology
24Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου,25φανερωθέντος δὲ νῦν, διά τε Γραφῶν προφητικῶν, κατ᾿ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος26—μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ—ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.