Romans11grc_f35

The remnant

1Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἁβραάμ, φυλῆς Βενιαμίν.2Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳτί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων·3«Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶτὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.»4Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; «Κατέλιπονἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.»5Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν.6Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶν χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.7Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτουοὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν.8Καθὼς γέγραπται· «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.»9Καὶ Δαυὶδ λέγει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς.10Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.»

The restoration

11Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; Μὴ γένοιτο· ἀλλά, τῷ αὐτῶν παραπτώματι ἡ σωτηρίατοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.12Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;13Ὑμῖν γὰρλέγω τοῖς ἔθνεσιν (ἐφ᾿ ὅσονμένεἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω),14εἴ πωςπαραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.15Εἰγὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψιςεἰ μὴ ζωὴ ἐκ νεκρῶν;16Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.

Grafted olive branches

17Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δέ, ἀγριέλαιος ὤν, ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶτῆς πιότητος τῆς ἐλαίας ἐγένου,18μὴ κατακαυχῶ τῶν κλάδων (εἰ δὲ κατακαυχᾶσαι—οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾿ἡ ῥίζα σέ).19Ἐρεῖς οὖν, «Ἐξεκλάσθησανκλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.»20Καλῶς. Τῇ ἀπιστίᾳἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλοφρόνει,ἀλλὰ φοβοῦ.21Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πωςοὐδὲ σοῦ φείσεται.22Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν·ἐπὶ δὲ σέ, χρηστότητα,ἐὰν ἐπιμείνῃςτῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.23Καὶ ἐκεῖνοιδέ, ἐὰν μὴ ἐπιμείνωσιντῇ ἀπιστίᾳ,ἐγκεντρισθήσονται, δυνατὸς γὰρ ὁ Θεός ἐστινπάλιν ἐγκεντρίσαι αὐτούς.24Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;

Hardening

25Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο (ἵνα μὴ ἦτε παρ᾿ἑαυτοῖς φρόνιμοι)·ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ.26Καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· «Ἥξει ἐκ Σιὼν ὁ Ῥυόμενος, καὶἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·27καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.»28Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾿ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.29Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.30Ὥσπερ γὰρ καὶὑμεῖς ποτεἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,31οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶἐλεηθῶσιν.32Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.

Doxology

33Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς ἀνεξερεύνητατὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.34«Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;»35Ἢ «Τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;»36Ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.