Revelation9grc_f35

The fifth trumpet

1Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν. Καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς Ἀβύσσου.2Καὶ ἤνοιξεν τὸ φρέαρ τῆς Ἀβύσσου,καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου καιομένης·καὶ ἐσκοτίσθηὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.3Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν. Καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.4Καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσιντὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους μόνουςοἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.5Καὶ ἐδόθη αὐταῖςἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾿ ἵνα βασανισθῶσινμῆνας πέντε. Καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν πλήξῃἄνθρωπον.6Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητοῦσινοἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιναὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεταιἀπ᾿ αὐτῶν ὁ θάνατος.7Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι χρυσοῖ,καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων.8Καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν.9Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.10Καί, ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα, καὶἐν ταῖς οὐραῖς αὐτῶν. Ἐξουσίαν ἔχουσιν τοῦἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε,11ἔχουσαι βασιλέα ἐπ᾿ αὐτῶνἄγγελον τῆς Ἀβύσσου—ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδδών,ἐν δὲτῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.12Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν. Ἰδού, ἔρχεταιἔτι δύο οὐαὶ μετὰ ταῦτα.

The sixth trumpet

13Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρωνκεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ,14λέγουσαντῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχωντὴν σάλπιγγα, «Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.»15Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι—οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ τὴν ἡμέρανκαὶ μῆνα καὶ ἐνιαυτόν—ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.16Καὶ ὁ ἀριθμὸς τῶνστρατευμάτων τοῦ ἵππουμυριάδεςμυριάδων (ἤκουσατὸν ἀριθμὸν αὐτῶν).17Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει· καὶ τοὺς καθημένους ἐπ᾿ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων· καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.18Ἀπὸτῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων—ἐκτοῦ πυρὸς καὶτοῦ καπνοῦ καὶτοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.19Ἡ γὰρ ἐξουσία τῶν ἵππωνἐν τῷ στόματι αὐτῶν ἐστιν—καὶ ἐν ταῖς οὐραῖς αὐτῶν, αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν,ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.20Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐμετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσιντὰ δαιμόνια, καὶ τὰ εἴδωλα,τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶκαὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναταιοὔτε ἀκούειν οὔτε περιπατεῖν·21καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμακειῶναὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.