The Seventh Seal
1Καὶὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡςἡμιώριον.2Καὶεἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.3Καὶ ἄλλος ἄγγελος ἦλθε καὶ ἐστάθη ἐπὶτοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵναδώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.4Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.5Καὶ εἴληφεν ὁ ἄγγελοςτὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντοβρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.The Seven Trumpets
6Καὶ οἱ ἑπτὰ ἄγγελοιοἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασανἑαυτοὺς ἵνα σαλπίσωσι.7Καὶ ὁπρῶτος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρμεμιγμέναἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν·καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.8Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγακαιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,9καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτωνἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίωνδιεφθάρη.10Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰςτῶν ὑδάτων.11Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεταιὁ Ἄψινθος, καὶἐγένετο τὸ τρίτοντῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶτῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.12Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶτὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.13Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸςἀετοῦπετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇμεγάλῃ, Οὐαί, οὐαί, οὐαὶτοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.