The seventh seal
1Καὶ ὅτεἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.2Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.3Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου,ἔχων λιβανωτὸν χρυσοῦν. Καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσειταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.4Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.5Καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν. Καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶκαὶ σεισμός.6Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺςἵνα σαλπίσωσιν.The first trumpet
7Καὶ ὁ πρῶτοςἐσάλπισεν, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐναἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ τὸ τρίτον τῆς γῆς κατεκάη·καί, τὸ τρίτον τῶν δένδρων κατεκάηκαὶ πᾶς χόρτος χλωρὸς κατεκάη.The second trumpet
8Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν, καὶ ὡς ὄρος μέγακαιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν, καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα.9Καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτωνἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς. Καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.The third trumpet
10Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας, καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.11Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος.Καὶ ἐγένετοτὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων ὅτι ἐπικράνθησαν.The fourth trumpet
12Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν· καὶ ἡ ἡμέρα μὴ φαινῇ τὸ τρίτον αὐτῆς,καὶ ἡ νὺξ ὁμοίως.13Καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ,πετομένουἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ τρίς·«Οὐαί, οὐαί, οὐαὶ τοῖς κατοικοῦσινἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.»