ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ7grc_tcg
The Sealing of the 144,000
1Καὶ μετὰτοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπίτι δένδρον.2Καὶ εἶδον ἄλλον ἄγγελονἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος. Καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,3λέγων, Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα,ἄχρις οὗσφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.4Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων,ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες,ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·5ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμέναι,ἐκ φυλῆς Ῥουβὶμ δώδεκα χιλιάδες,ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,6ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες,ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,7ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες,ἐκ φυλῆς Ἰσαχὰρ δώδεκα χιλιάδες,8ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμέναι.Praise from the Great Multitude
9Μετὰ ταῦταεἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃνἀριθμῆσαι οὐδεὶςἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν,ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶφοίνικας ἐν ταῖς χερσὶν αὐτῶν.10Καὶκράζουσι φωνῇ μεγάλῃ, λέγοντες, Ἡσωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ.11Καὶ πάντες οἱ ἄγγελοιεἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶἔπεσον ἐνώπιον τοῦ θρόνουαὐτοῦ ἐπὶτὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ,12λέγοντες,Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφίακαὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴκαὶ ἡ δύναμις καὶ ἡ ἰσχὺςτῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσὶ καὶ πόθεν ἦλθον;14Καὶεἶπον αὐτῷ, Κύριέμου, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶἔπλυναν τὰς στολὰς αὐτῶν καὶἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.15Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ,καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ,καὶ ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ᾽ αὐτούς.16Οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδ᾽ οὐ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα·17ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς,καὶ ὁδηγεῖ αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων,καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.