The Seven Seals
1Καὶ εἶδονὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶνἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡςφωνὴ βροντῆς, Ἔρχου καὶἴδε.2Καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ.3Καὶ ὅτε ἤνοιξε τὴνδευτέραν σφραγῖδα, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος,Ἔρχου.4Καὶ ἐξῆλθεν ἄλλος ἵπποςπυρός, καὶ τῷ καθημένῳ ἐπ᾽αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνηνἐκ τῆς γῆςἵνα ἀλλήλουςσφάξωσι, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.5Καὶ ὅτε ἤνοιξε τὴνσφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχουκαὶ ἴδε. Καὶ ἰδού, ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾽αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.6Καὶ ἤκουσαφωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικεςκριθῆς δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.7Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην,ἤκουσα τοῦ τετάρτου ζῴουλέγοντος, Ἔρχου καὶἴδε.8Καὶ ἰδού, ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνωαὐτοῦ ὄνομα αὐτῷὁ Θάνατος, καὶ ὁ ᾍδηςἠκολούθειαὐτῷ. Καὶ ἐδόθηαὐτῷ ἐξουσίαἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.9Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰςψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαντοῦ ἀρνίου ἣν εἶχον.10Καὶἔκραξανφωνὴν μεγάλην, λέγοντες, Ἕως πότε, ὁ δεσπότης, ὁ ἅγιος καὶἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶνἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;11Καὶἐδόθηαὐτοῖςστολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵναἀναπαύσωνταιἔτι χρόνον,ἕωςπληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶνκαὶ οἱ μέλλοντεςἀποκτένεσθαι ὡς καὶ αὐτοί.12Καὶ εἶδονὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην,καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιοςμέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνηὅλη ἐγένετο ὡς αἷμα,13καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦἔπεσον εἰς τὴν γῆν, ὡς συκῆβαλοῦσα τοὺς ὀλύνθους αὐτῆς ὑπὸἀνέμου μεγάλου σειομένη.14Καὶὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίονἑλισσόμενος, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.15Καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱχιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱἰσχυροὶ καὶ πᾶς δοῦλος καὶἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων.16Καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις,Πέσετε ἐφ᾽ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶτῷ θρόνῳ καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,17ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆςαὐτοῦ, καὶ τίς δύναται σταθῆναι;