Revelation6grc_f35

The Lamb opens the seals

The first seal

1Καὶ εἶδον ὅτιἤνοιξεν τὸ Ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων,καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴβροντῆς, «Ἔρχου.»2Καὶ εἶδον καὶ ἰδού,ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸνἔχων τόξον. Καὶ ἐδόθη αὐτῷ στέφανος· καὶ ἐξῆλθεν νικῶν, καὶ ἵνα νικήσῃ.

The second seal

3Καὶ ὅτε ἤνοιξεν τὴν δευτέραν σφραγῖδαἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, «Ἔρχου.»4Καὶἐξῆλθεν ἄλλος ἵππος, πυρρός,καὶ τῷ καθημένῳ ἐπ᾿ αὐτὸνἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκτῆς γῆς,ἵνα ἀλλήλους σφάξωσιν·καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.

The third seal

5Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τρίτην,ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, «Ἔρχου.» Καὶ εἶδον καὶ ἰδού,ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸνἔχωνζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.6Καὶ ἤκουσαφωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· «Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆςδηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.»

The fourth seal

7Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴντοῦ τετάρτου ζῴου λέγοντος,«Ἔρχου.»8Καὶ εἶδον καὶ ἰδού,ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ Θάνατος,καὶ ὁ ᾍδης ἀκολουθεῖμετ᾿ αὐτοῦ.Καὶ ἐδόθη αὐτῷἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναιἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.

The fifth seal

9Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἀνθρώπωντῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν τοῦ Ἀρνίουἣν εἶχον.10Καὶ ἔκραξανφωνῇ μεγάλῃ,λέγοντες· «Ἕως πότε, ὁ Δεσπότης, ὁ ἅγιος καὶἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκτῶν κατοικούντων ἐπὶ τῆς γῆς;»11Καὶ ἐδόθηαὐτοῖς ἑκάστῳστολὴ λευκή,καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνταιἔτι χρόνον,ἕως οὗπληρώσωσινκαὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν,οἱ μέλλοντες ἀποκτένεσθαιὡς καὶ αὐτοί.

The sixth seal

12Καὶ εἶδον, καὶὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶσεισμὸς μέγας ἐγένετο· καὶ ὁ ἥλιος μέλας ἐγένετοὡς σάκκος τρίχινος, καὶ ἡ σελήνηἐγένετο ὡς αἷμα.13Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσονεἰς τὴν γῆν, ὡς συκῆ βάλλειτοὺς ὀλύνθους αὐτῆς ὑπὸ μεγάλου ἀνέμουσειομένη.14Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη, ὡς βιβλίον ἑλισσόμενον,καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.15Καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοικαὶ οἱ ἰσχυροί,καὶ πᾶς δοῦλος καὶ πᾶς ἐλεύθερος,ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων.16Καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· «Πέσετεἐφ᾿ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνουκαὶ ἀπὸ τῆς ὀργῆς τοῦ Ἀρνίου·17ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ,καὶ τίς δύναται σταθῆναι;»