ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ5grc_tcg
The Scroll and the Lamb
1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.2Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσονταἐν φωνῇ μεγάλῃ, Τίςἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;3Καὶ οὐδεὶςἐδύνατο ἐν τῷ οὐρανῷἄνωοὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίονοὔτε βλέπειν αὐτό.4Καὶἐγὼ ἔκλαιονπολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθηἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέωνὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζαΔαυίδ,ὁ ἀνοίγων τὸ βιβλίονκαὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.6Καὶεἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίονἑστηκὸς ὡς ἐσφαγμένον,ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά,ἅ εἰσι τὰἑπτὰ πνεύματα τοῦ Θεοῦἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν.7Καὶ ἦλθε καὶεἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.8Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰτέσσαρα ζῷα καὶ οἱεἴκοσι τέσσαρες πρεσβύτεροιἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστοςκιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιπροσευχαὶ τῶν ἁγίων.9Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες,Ἄξιος εἶ λαβεῖν τὸ βιβλίονκαὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σουἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,10καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς,καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.11Καὶ εἶδον, καὶ ἤκουσαὡς φωνὴν ἀγγέλων πολλῶνκύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων.Καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,12λέγοντες φωνῇ μεγάλῃ,
Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένονλαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺνκαὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.13Καὶ πᾶν κτίσμαὃ ἐν τῷ οὐρανῷ καὶἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσηςἐστί, καὶ τὰ ἐν αὐτοῖς—πάντας ἤκουσα λέγοντας,
Τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτοςεἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν·14καὶ τὰτέσσαρα ζῷαλέγοντατὸ ἀμήν. Καὶ οἱπρεσβύτεροιἔπεσον καὶπροσεκύνησαν.