Revelation5grc_f35

The Lamb takes the scroll

1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον, γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν,κατεσφραγισμένον σφραγῖσιν ἑπτά.2Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσονταφωνῇ μεγάλη, «Τίς ἄξιόςἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;»3Καὶ οὐδεὶς ἐδύνατοἐν τῷ οὐρανῷοὐδὲἐπὶ τῆς γῆς οὐδὲὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὐδὲβλέπειν αὐτό.4Καὶ ἐγὼἔκλαιον πολύ,ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι καὶ ἀναγνῶναιτὸ βιβλίον, οὔτε βλέπειν αὐτό.5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· «Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαιτὸ βιβλίον καὶτὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.»6Καὶ εἶδονἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, Ἀρνίον ἑστηκός—ὡς ἐσφαγμένον, ἔχονκέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅεἰσιν τὰ ἑπτὰπνεύματα τοῦ Θεοῦἀποστελλόμεναεἰς πᾶσαν τὴν γῆν.7Καὶ ἦλθεν καὶ εἴληφενἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.

A new song

8Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον τὰ τέσσαραζῷα καὶ οἱ εἴκοσι τέσσαρεςπρεσβύτεροι ἔπεσονἐνώπιον τοῦ Ἀρνίου, ἔχοντες ἕκαστος κιθάρας,καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱπροσευχαὶ τῶν ἁγίων.9Καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· «Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶςἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους·10καὶ ἐποίησας αὐτοὺςτῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς,καὶ βασιλεύσουσινἐπὶ τῆς γῆς.»

All the angels

11Καὶ εἶδον, καὶ ἤκουσα ὡςφωνὴν ἀγγέλων πολλῶν, κύκλῳτοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων. Καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,12λέγοντες φωνῇ μεγάλῃ· «Ἄξιόν ἐστιν τὸ Ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶπλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.»

Every creature

13Καὶ πᾶν κτίσμα ὅ ἐστινἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆςκαὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης (ἅ ἐστινκαὶ τὰ ἐν αὐτοῖς)—πάνταςἤκουσα λέγοντας· «Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνουκαὶ τῷ Ἀρνίῳ· ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»14(Καὶ τὰ τέσσαρα ζῷα λέγοντα τὸἈμήν.) Καὶ οἱπρεσβύτεροι ἔπεσονκαὶ προσεκύνησαν.