ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ4grc_tcg
Worship in Heaven
1Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύραἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ,λέγων, Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.2Εὐθέως ἐγενόμην ἐν πνεύματι, καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶτὸν θρόνον καθήμενος,3ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶσαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνουὁμοίως ὅρασις σμαραγδίνων.4Κυκλόθεν τοῦ θρόνουθρόνοιεἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνουςτοὺςεἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένουςἐν ἱματίοις λευκοῖς,καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.5Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶφωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνουαὐτοῦ,αἵ εἰσιν ἑπτὰ πνεύματα τοῦ Θεοῦ·6καὶ ἐνώπιον τοῦ θρόνουὡς θάλασσα ὑαλίνη ὁμοίακρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνουτέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.7Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷονἔχονπρόσωπον ἀνθρώπου, καὶ τὸ τέταρτονζῷον ὅμοιον ἀετῷπετομένῳ·8καὶτέσσαρα ζῷα, ἓν καθ᾽ἓνἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθενγέμουσιν ὀφθαλμῶν. Καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτός,λέγοντες,Ἅγιος, ἅγιος, ἅγιος,Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ,ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.9Καὶ ὅτανδῶσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶτοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,10πεσοῦνται οἱεἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶπροσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶβαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες,11Ἄξιος εἶ, ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν, ὁ ἅγιος,λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν,ὅτι σὺ ἔκτισας πάντα,καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.