Revelation4grc_f35

1Μετὰ ταῦτα εἶδον καὶ ἰδού—θύρα ἀνεῳγμένηἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾿ ἐμοῦ, λέγουσα,«Ἀνάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.»

The Throne Room

2Καὶεὐθέως ἐγενόμην ἐν πνεύματι καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ (καὶ ἐπὶ τοῦ θρόνουκαθήμενος)3ὅμοιοςὁράσει λίθῳ, ἰάσπιδι καὶ σαρδίῳ,καὶ ἶρις κυκλόθεν τοῦ θρόνου, ὁμοίαὁράσεισμαραγδίνῳ.4Καὶ κυκλόθεντοῦ θρόνου θρόνοιεἴκοσι τέσσαρες,καὶ ἐπὶ τοὺς θρόνους εἶδοντοὺςεἴκοσι τέσσαραςπρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.5Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί·καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου αὐτοῦ,αἵ εἰσινἑπτὰπνεύματα τοῦ Θεοῦ·6καὶ ἐνώπιον τοῦ θρόνου ὡςθάλασσα ὑαλίνη,ὁμοία κρυστάλῳ.The four living beings Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν, ἔμπροσθεν καὶ ὄπισθεν.7Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχοντὸ πρόσωπον ὡς ἄνθρωπος,καὶ τὸ τέταρτον ζῷονὅμοιον ἀετῷ πετομένῳ.8Καὶ τὰτέσσαρα ζῷα, ἓν καθ᾿ ἓν αὐτῶν,ἔχονἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσινὀφθαλμῶν. Καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν, ἡμέρας καὶ νυκτός, λέγοντα·«Ἅγιος, ἅγιος, ἅγιος· Ἅγιος, ἅγιος, ἅγιος· Ἅγιος, ἅγιος, ἅγιος·Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.»

The twenty-four elders

9Καὶ ὅταν δῶσιντὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου,τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,10πεσοῦνται οἱ εἴκοσι τέσσαρεςπρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ προσκυνήσουσιντῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιντοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες·11«Ἄξιος εἶ, ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν, ὁ Ἅγιος,λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰπάντα, καὶ διὰ τὸ θέλημά σού εἰσινκαὶ ἐκτίσθησαν.»