ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ3grc_sbl

1Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.2γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ⸂ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου ⸀τὰἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·3μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ⸀ἥξωὡς κλέπτης, καὶ οὐ μὴ ⸀γνῷςποίαν ὥραν ἥξω ἐπὶ σέ·4ἀλλὰ ⸂ἔχεις ὀλίγαὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετʼ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.5ὁ νικῶν ⸀οὕτωςπεριβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.6ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.7Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν ⸀Δαυίδὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, ⸂καὶ κλείωνκαὶ οὐδεὶς ⸀ἀνοίγει8Οἶδά σου τὰ ἔργα— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.9ἰδοὺ ⸀διδῶἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται— ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ⸂ἥξουσιν καὶ προσκυνήσουσινἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ⸀ἐγὼἠγάπησά σε.10ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.11ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.12ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπʼ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ ⸀καταβαίνουσαἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.13ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.14Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς ⸀καὶἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·15Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.16οὕτως, ὅτι χλιαρὸς εἶ καὶ ⸀οὔτεζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.17ὅτιλέγεις ⸀ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ ⸀οὐδὲνχρείαν ἔχω, καὶοὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος ⸀καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,18συμβουλεύω σοι ἀγοράσαι ⸂παρʼ ἐμοῦ χρυσίονπεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ⸀ἐγχρῖσαιτοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.19ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ⸀ζήλευεοὖν καὶ μετανόησον.20ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶκρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, ⸀καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετʼ αὐτοῦ καὶ αὐτὸς μετʼ ἐμοῦ.21ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.22ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.