ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ22grc_tcg

The River of Life and the Tree of Life

1Καὶ ἔδειξέ μοιποταμὸν καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡςκρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου2ἐν μέσῳ τῆς πλατείας αὐτῆς. Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰμῆναἀποδιδοὺς ἕκαστον τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.3Καὶ πᾶνκατάθεμα οὐκ ἔσταιἔτι. Καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦλατρεύσουσιν αὐτῷ4καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.5Καὶ νὺξ οὐκἔσται, καὶοὐ χρείαλύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸςφωτιεῖαὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

I Am Coming Quickly

6Καὶλέγει μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶΚύριος ὁ Θεὸς τῶνπνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦδεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.7 Καὶ ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.8Κἀγὼ Ἰωάννης ὁἀκούων καὶ βλέπων ταῦτα. Καὶ ὅτε ἤκουσα καὶὅτε εἶδον,ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦδεικνύοντός μοι ταῦτα.9Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλόςσού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶνκαὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.10Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου,ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.11Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιοςδικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.12 Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.13 Ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.14Μακάριοι οἱποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.15Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶπᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.16Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.17Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν,Ἔρχου. Καὶ ὁ ἀκούων εἰπάτω,Ἔρχου. Καὶ ὁ διψῶνἐρχέσθω·ὁ θέλωνλαβέτω ὕδωρ ζωῆς δωρεάν.18Μαρτυρῶ ἐγὼ παντὶτῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τιςἐπιθῇ ἐπ᾽ αὐτά,ἐπιθήσαιὁ Θεὸς ἐπ᾽ αὐτὸν τὰςπληγὰς τὰς γεγραμμένας ἐντῷ βιβλίῳ τούτῳ·19καὶ ἐάν τιςἀφέλῃ ἀπὸ τῶν λόγωντοῦ βιβλίου τῆς προφητείας ταύτης,ἀφέλοι ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸτοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας,τῶν γεγραμμένων ἐντῷ βιβλίῳ τούτῳ.20Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ.Ἀμήν.Ναί, ἔρχου, ΚύριεἸησοῦ.21Ἡ χάρις τοῦ ΚυρίουἸησοῦ Χριστοῦ μετὰπάντων τῶν ἁγίων.Ἀμήν.