Revelation22grc_f35

Her river

1Καὶ ἔδειξέν μοι ποταμὸν καθαρὸνὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλον,ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου,2ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθενξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοὺςτὸν καρπὸν αὐτοῦ. Καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.3Καὶ πᾶν κατάθεμαοὐκ ἔσται ἐκεῖ,καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιναὐτῷ.4Καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.5Καὶ νὺξ οὐκ ἔσται ἐκεῖκαὶ χρείαν οὐκ ἔχουσινλύχνου καὶ φωτὸς ἡλίου,ὅτι Κύριος ὁ Θεὸς φωτιεῖαὐτούς. Καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.6Καὶ λέγειμοι· «Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί. ΚαὶΚύριος ὁ Θεὸς τῶν πνευμάτων τῶνπροφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦἃ δεῖ γενέσθαι ἐν τάχει.7Ἰδού,ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.»8ΚἀγὼἸωάννης, ὁ ἀκούων καὶ βλέπων ταῦτα,καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα,ἔπεσονπροσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύντοςμοι ταῦτα.9Καὶ λέγει μοι· «Ὅρα μή· σύνδουλός σούεἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, τῶντηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου. Τῷ Θεῷ προσκύνησον.»10Καὶ λέγει μοι· «Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὅτι ὁ καιρὸςἐγγύς ἐστιν.11Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι,καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτωἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.»

Jesus’ final word

12«Ἰδού,ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.13Ἐγὼτὸ Ἄλφακαὶ τὸ Ὦ, Ἀρχὴ καὶ Τέλος, ὁ Πρῶτος καὶ ὁ Ἔσχατος.»14(Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ,ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.15Ἔξωοἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶνψεῦδος.)16«Ἐγὼ Ἰησοῦς, ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ Ῥίζα καὶ τὸ ΓένοςΔαυίδ, ὁἈστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.17Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ‹Ἔρχου.›Καὶ ὁ ἀκούων εἰπάτω, ‹Ἔρχου.› Καὶ ὁ διψῶν ἐρχέσθω.Ὁ θέλων, λαβέτωὕδωρ ζωῆς δωρεάν.

A serious warning22:18 [I find it to be curious that in spite of the serious warning contained in verses 18 and 19, a warning issued by the glorified Christ Himself, the Apocalypse suffered more textual alteration than any other New Testament book. I suppose that the explanation one gives will depend on his presuppositions.]

18»Μαρτυρῶ ἐγὼπαντὶἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· Ἐάν τις ἐπιθῇ ἐπ᾿ αὐτά,ἐπιθήσαιἐπ᾿ αὐτὸν ὁ Θεὸςτὰς ἑπτὰπληγὰς τὰς γεγραμμένας ἐν τῷβιβλίῳ τούτῳ·19καὶ ἐάν τις ἀφέλῃἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης,ἀφέλοιὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλουτῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας,τῶν γεγραμμένων ἐν τῷβιβλίῳ τούτῳ.»

John signs off

20Λέγει ὁ μαρτυρῶν ταῦτα, «Ναί, ἔρχομαι ταχύ.» Ἀμήν. Ναί,ἔρχου, Κύριε Ἰησοῦ.21Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦμετὰ πάντων τῶν ἁγίων.Ἀμήν.,