The New Heaven and the New Earth
1Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.2Καὶτὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, εἶδον καταβαίνουσανἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.3Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦοὐρανοῦ λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶλαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸςμετ᾽ αὐτῶν ἔσται.4Καὶἐξαλείψει ἀπ᾽ αὐτῶν πᾶν δάκρυονἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι,ὅτι τὰ πρῶταἀπῆλθε.5Καὶ εἶπεν ὁκαθήμενος ἐπὶ τῷ θρόνῳ, Ἰδού,πάντα καινὰ ποιῶ. Καὶλέγει, Γράψον· ὅτι οὗτοι οἱ λόγοιπιστοὶ καὶ ἀληθινοὶ τοῦ θεοῦ εἰσι.6Καὶ εἶπέ μοι,Γέγονα τὸἌλφα καὶ τὸ Ὦ,καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος. Ἐγὼ τῷ διψῶντι δώσωαὐτῷ ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.7Ὁ νικῶν,δώσω αὐτῷ ταῦτα, καὶ ἔσομαιαὐτῷ Θεός, καὶ αὐτὸς ἔσται μοι υἱός.8Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοιςκαὶ ἁμαρτωλοῖς καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶφαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃπυρὶ καὶ θείῳ, ὅ ἐστινὁ θάνατος ὁ δεύτερος.The New Jerusalem
9Καὶἦλθεν εἷςἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλαςγεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴνγυναῖκα, τὴν νύμφην τοῦ ἀρνίου.10Καὶ ἀπήνεγκέ με ἐν πνεύματιἐπ᾽ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴνἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦἐκ τοῦ Θεοῦ,11ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ.Ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδικρυσταλλίζοντι,12ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν,ἔχουσα πυλῶνας δώδεκα καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλουςδεκαδύο καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστινὀνόματα τῶν δώδεκα φυλῶνυἱῶν Ἰσραήλ.13Ἀπὸἀνατολῶν πυλῶνες τρεῖς,καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς.14Καὶ τὸ τεῖχος τῆς πόλεωςἔχον θεμελίουςδώδεκα καὶἐπ᾽ αὐτῶνδώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.15Καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχεμέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆςκαὶ τὸ τεῖχος αὐτῆς.16Καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆςὅσον τὸ πλάτος. Καὶ ἐμέτρησε τὴν πόλιντῷ καλάμῳ ἐπὶσταδίουςδεκαδύο χιλιάδωνδώδεκα· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί.17Καὶ τὸ τεῖχος αὐτῆςρμδ΄ πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.18Καὶἦν ἡἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρόν,ὅμοιονὑάλῳ καθαρῷ.19Οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. Ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτεροςσάπφειρος, ὁ τρίτοςχαλκηδών, ὁ τέταρτος σμάραγδος,20ὁ πέμπτοςσαρδόνυξ, ὁ ἕκτοςσάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁἔνατος τοπάζιον, ὁ δέκατοςχρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατοςἀμέθυσος.21Καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. Καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν, ὡςὕελοςδιαυγής.22Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι, καὶ τὸ ἀρνίον.23Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν,αὐτὴ γὰρ ἡ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.24Καὶπεριπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιναὐτῷ δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.25Καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας—νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ—26καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν,ἵνα εἰσέλθωσι.27Καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶνκοινὸνκαὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.