Her fall celebrated
1Καὶμετὰ ταῦτα ἤκουσα ὡςφωνὴν ὄχλου πολλοῦ, μεγάλην,ἐν τῷ οὐρανῷ λεγόντων·«Ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξατοῦ Θεοῦἡμῶν·2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ, ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις διέφθειρεντὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς· καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκχειρὸς αὐτῆς.»3Καὶ δεύτερον εἴρηκεν·«Ἀλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.»4Καὶ ἔπεσανοἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες,καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τοῦ θρόνουλέγοντες· «Ἀμήν· Ἀλληλούϊα.»5Καὶ φωνὴ ἐκτοῦ θρόνου ἐξῆλθεν, λέγουσα, «Αἰνεῖτε τὸν Θεὸνἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ καὶοἱ φοβούμενοι αὐτόν,οἱ μικροὶ καὶ οἱ μεγάλοι.»The wedding of the Lamb
6Καὶ ἤκουσα ὡςφωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λέγοντας·«Ἀλληλούϊα· ὅτι ἐβασίλευσεν Κύριος ὁ Θεὸς ἡμῶν,ὁ Παντοκράτωρ.7Χαίρωμεν καὶ ἀγαλλιώμεθακαὶ δῶμεντὴν δόξαν αὐτῷ,ὅτι ἦλθεν ὁ γάμος τοῦ Ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.»8Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καὶ καθαρόν,τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.9Καὶ λέγει μοι, «Γράψον· ‹Μακάριοι οἱ εἰς τὸδεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου κεκλημένοι.› » Καὶ λέγει μοι, «Οὗτοι οἱ λόγοι ἀληθινοί εἰσιν τοῦ Θεοῦ.»10Καὶ ἔπεσονἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. Καὶ λέγει μοι· «Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίανἸησοῦ. Τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦἸησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.»The battle of Armageddon
11Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον,καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτόν, καλούμενος Πιστὸς καὶ Ἀληθινός,καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.12Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦφλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὀνόματα γεγραμμένα, καὶὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός·13καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένοναἵματι, καὶ καλεῖταιτὸ ὄνομα αὐτοῦ, Ὁ Λόγος τοῦ Θεοῦ.14Καὶ τὰ στρατεύματα τὰἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς,ἐνδεδυμένοι βύσσινον λευκὸνκαθαρόν.15Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία δίστομοςὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃτὰ ἔθνη. Καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆςὀργῆς τοῦ Θεοῦ, τοῦ Παντοκράτορος.16Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦὄνομα γεγραμμένον· ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ.A feast for vultures
17Καὶ εἶδον ἕναἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξεν φωνῇμεγάλῃ, λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοιςἐν μεσουρανήματι, «Δεῦτε, συνάχθητεεἰς τὸδεῖπνον τὸ μέγα τοῦΘεοῦ,18ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾿ αὐτῶν, καὶ σάρκας πάντων, ἐλευθέρων τεκαὶ δούλων καὶ μικρῶν τεκαὶ μεγάλων.»19Καὶ εἶδον τὸ Θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πόλεμονμετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.20Καὶ ἐπιάσθη τὸ Θηρίον, καὶ μετ᾿ αὐτοῦ ὁΨευδοπροφήτης, ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ (ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ Θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ). Ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένηνἐνθείῳ.21Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃἐκ τοῦ στόματος αὐτοῦ. Καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.