ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ18grc_tcg

The Fall of Babylon the Great

1Μετὰ ταῦτα εἶδονἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.2Καὶ ἔκραξενἰσχυρᾷ φωνῇ, λέγων,
Ἔπεσε Βαβυλὼν ἡ μεγάλη,καὶ ἐγένετο κατοικητήριον δαιμόνωνκαὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτουκαὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·
3ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπτώκασι πάντα τὰ ἔθνη,καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν,καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν,
Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου,ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
5ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ,καὶ ἐμνημόνευσεν αὐτῆς ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.6Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε,καὶ διπλώσατε τὰ διπλᾶ, ὡς καὶ αὐτή, καὶ κατὰ τὰ ἔργα αὐτῆς·ἐν τῷ ποτηρίῳ αὐτῆς ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.7Ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασε,τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος·ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτιΚάθημαι βασίλισσακαὶ χήρα οὐκ εἰμί,καὶ πένθος οὐ μὴ ἴδω.8Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς—θάνατος, πένθος, καὶ λιμός·καὶ ἐν πυρὶ κατακαυθήσεται,ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίνας αὐτήν.
9Καὶκλαύσουσι καὶ κόψονται ἐπ᾽αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά,ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11Καὶ οἱ ἔμποροι τῆς γῆςκλαύσουσι καὶ πενθήσουσινἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,12γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶμαργαρίτου καὶβυσσίνου καὶπορφυροῦ καὶσηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,13καὶκινάμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶοἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶπρόβατα καὶ κτήνη, καὶ ἵππων καὶῥαιδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14Καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ,καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ,καὶ οὐκέτι αὐτὰ οὐ μὴ εὕρῃς.
15Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆςκαὶ κλαίοντες καὶ πενθοῦντες,16λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,ἡ περιβεβλημένη βύσσονκαὶ πορφυροῦν καὶ κόκκινον,καὶ κεχρυσωμένη χρυσίῳκαὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις,
17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.Καὶ πᾶς κυβερνήτης καὶ πᾶςὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν18καὶἔκραζον,βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες,
Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶἔκραζον, κλαίοντες καὶ πενθοῦντεςκαὶ λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃἐκ τῆς τιμιότητος αὐτῆς,ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20Εὐφραίνου ἐπ᾽ αὐτῇ, οὐρανέ,καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡςμύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων,
Οὕτως ὁρμήματι βληθήσεταιΒαβυλὼν ἡ μεγάλη πόλις,καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶνοὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,καὶ πᾶς τεχνίτης πάσης τέχνηςοὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,καὶ φωνὴ μύλουοὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,23καὶ φῶς λύχνουοὐ μὴ φανῇ ἐν σοὶ ἔτι,καὶ φωνὴ νυμφίου καὶ νύμφηςοὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
24Καὶ ἐν αὐτῇαἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.