Revelation18grc_f35

Her fall proclaimed

1Καὶμετὰ ταῦτα εἶδον ἄλλον ἄγγελονκαταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.2Καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇλέγων· «Ἔπεσεν, ἔπεσεν,Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων,καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου.3Ὅτι ἐκ τοῦ θυμοῦ τοῦ οἴνουτῆς πορνείας αὐτῆς πέπωκενπάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾿ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.»4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· «Ἐξέλθετεἐξ αὐτῆς, ὁ λαός μου,ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·5ὅτι ἐκολλήθησαναὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν αὐτῆςὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.6Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν,καὶ διπλώσατε αὐτῇ διπλᾶκατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν.7Ὅσα ἐδόξασεν ἑαυτὴνκαὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμόν·ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι‹Κάθημαιβασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω.›8Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς—θάνατος καὶπένθος καὶ λιμός—καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίναςαὐτήν.

Her fall lamented

9»Καὶ κλαύσουσινκαὶ κόψονται ἐπ᾿ αὐτὴνοἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾿ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· ‹Οὐαί, οὐαί,ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳἦλθεν ἡ κρίσις σου.›11»Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσινἐπ᾿ αὐτῇ,ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι·12γόμον χρυσοῦ καὶ ἀργύρου, καὶ λίθου τιμίου καὶ μαργαρίτου,καὶ βύσσουκαὶ πορφυροῦκαὶ σηρικοῦ καὶ κοκκίνου,καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,13καὶ κινάμωμονκαὶθυμιάματα καὶ μύρον καὶ λίβανον, καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλινκαὶ σῖτον, καὶ κτήνη καὶ πρόβατακαὶ ἵππων καὶ ῥαιδῶν,καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων.»14(‹Καί, ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σουἀπῆλθενἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλοντοἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ εὑρήσεις αὐτά.›)15«Οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ᾿ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς,κλαίοντες καὶ πενθοῦντες16καὶ λέγοντες·‹Οὐαί, οὐαί,ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινονκαὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσῷκαὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις·17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.› »Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τῶν πλοίων πλέων—καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται—ἀπὸ μακρόθεν ἔστησαν18καὶ ἔκραζον, βλέποντεςτὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, ‹Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;›19Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον, κλαίοντες καὶ πενθοῦντες καὶλέγοντες· ‹Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰπλοῖα ἐν τῇ θαλάσσῃ, ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.›

Her doom is final

20»Εὐφραίνου ἐπ᾿ αὐτῇ,Οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρῖμα ὑμῶν ἐξ αὐτῆς.»21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλονμέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων·«Ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.22Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι. Καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι. Καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι.23Καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι.Καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι. Ὅτιοἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳσου ἐπλανήθησαν πάντα τὰ ἔθνη.»24Καὶ ἐν αὐτῇ αἵματαπροφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.