ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ17grc_tcg

The Great Prostitute and the Beast

1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησε μετ᾽ ἐμοῦ,λέγων, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶτῶν ὑδάτων τῶν πολλῶν,2μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησανοἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.3Καὶ ἀπήνεγκέ με εἰς ἔρημονἐν πνεύματι. Καὶ εἶδον γυναῖκα καθημένην ἐπὶθηρίον τὸ κόκκινονγέμονὀνόματα βλασφημίας,ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.4Καὶ ἡ γυνὴἦν περιβεβλημένηπορφυροῦν καὶκόκκινον,κεχρυσωμένηχρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσαποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶτὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς,5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.6Καὶεἶδον τὴν γυναῖκα μεθύουσαντοῦ αἵματος τῶν ἁγίων,ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτὴν, θαῦμα μέγα.7Καὶ εἶπέ μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγὼἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.8Τὸ θηρίον ὃ εἶδες ἦν, καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειανὑπάγειν. Καὶθαυμάσονται οἱ κατοικοῦντεςτὴν γῆν, ὧν οὐ γέγραπταιτὸ ὄνομα ἐπὶτοῦ βιβλίου τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου,βλεπόντωνὅτι ἦν τὸ θηρίον, καὶ οὐκ ἔστι,καὶ παρέσται.9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν· αἱ ἑπτὰ κεφαλαὶἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν.10Καὶ βασιλεῖςεἰσιν ἑπτά· οἱ πέντεἔπεσον,ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ ὀλίγονδεῖ αὐτὸν μεῖναι.11Καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶοὗτος ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.12Καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον,ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.13Οὗτοι μίανἔχουσι γνώμην, καὶ τὴν δύναμιν καὶἐξουσίαναὐτῶν τῷ θηρίῳδιδόασιν.14Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶ καὶ Βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.15Καὶ λέγει μοι, Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι.16Καὶ τὰ δέκα κέρατα ἃ εἶδεςκαὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶἠρημωμένην ποιήσουσιν αὐτὴνκαὶ γυμνὴν ποιήσουσιν αὐτήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.17Ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦκαὶ ποιῆσαι γνώμην μίαν καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχριτελεσθῶσινοἱ λόγοι τοῦ Θεοῦ.18Καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέωνἐπὶ τῆς γῆς.