ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ16grc_tcg

The Seven Bowls of God's Wrath

1Καὶ ἤκουσαμεγάλης φωνῆςλεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετεκαὶἐκχέατε τὰςἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.2Καὶ ἀπῆλθεν ὁπρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦεἰς τὴν γῆν, καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸνἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺςπροσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.3Καὶ ὁ δεύτεροςἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσαψυχὴἀπέθανεν ἐν τῇ θαλάσσῃ.4Καὶ ὁτρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶεἰς τὰς πηγὰς τῶν ὑδάτων, καὶἐγένετο αἷμα.5Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος,
Δίκαιος εἶ ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος,ὅτι ταῦτα ἔκρινας·
6ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν,καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοί εἰσι.
7Καὶἤκουσα τοῦ θυσιαστηρίου λέγοντος,
Ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8Καὶ ὁτέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαιἐν πυρὶ τοὺς ἀνθρώπους.9Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησανοἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντοςἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.10Καὶ ὁπέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη. Καὶἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,11καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.12Καὶ ὁἕκτος ἐξέχεεναὐτοῦ τὴν φιάλην ἐπὶ τὸν ποταμὸν τὸν μέγανΕὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸἀνατολῆς ἡλίου.13Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματαἀκάθαρτα τρίαὡς βάτραχοι·14εἰσὶ γὰρ πνεύματαδαιμονίων ποιοῦντα σημεῖα,ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖςτῆς οἰκουμένης ὅλης συναγαγεῖν αὐτοὺς εἰςτὸν πόλεμον τῆςἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.15Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.16Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον ἙβραϊστὶΜαγεδών.17Καὶ ὁἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦἐπὶ τὸν ἀέρα, καὶ ἐξῆλθε φωνὴ μεγάληἀπὸ τοῦναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονε.18Καὶ ἐγένοντοἀστραπαὶ καὶ βρονταὶ καὶ φωναὶ καὶσεισμὸς μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗοἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.19Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶνἔπεσον. Καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.20Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν.21Καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴαὐτῆς σφόδρα.