ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ15grc_tcg
The Seven Angels with Seven Plagues
1Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν· ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.2Καὶ εἶδον ὡς θάλασσανὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκτοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦκαὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴνὑαλίνην, ἔχονταςτὰς κιθάρας τοῦ Θεοῦ.3Καὶ ᾄδουσι τὴν ᾠδὴνΜωϋσέωςδούλου τοῦ Θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες,Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου,Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ·δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου,ὁ βασιλεὺς τῶν ἐθνῶν.4Τίς οὐ μὴ φοβηθῇ σε, Κύριε,καὶ δοξάσῃ τὸ ὄνομά σου;Ὅτι μόνος ἅγιος,ὅτι πάντες ἥξουσικαὶ προσκυνήσουσιν ἐνώπιόν σου,ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.5Καὶ μετὰ ταῦτα εἶδον,καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,6καὶἐξῆλθον οἱ ἑπτὰ ἄγγελοιοἱ ἔχοντες τὰς ἑπτὰπληγάς,οἳ ἦσαν ἐνδεδυμένοιλίνονκαθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.7Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.8Καὶ ἐγεμίσθη ὁ ναὸςἐκ τοῦ καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶςἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶνἑπτὰ ἀγγέλων.