Here come the bowls!
1Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, μέγα καὶ θαυμαστόν· ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.The song of the victors
2Καὶ εἶδον ὡς θάλασσαν ὑελίνηνμεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ Θηρίου καὶ ἐκ τῆς εἰκόνοςαὐτοῦ καὶἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑελίνην,ἔχοντας κιθάραςτοῦ Θεοῦ.3Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέος,τοῦδούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ Ἀρνίου, λέγοντες· «Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ Βασιλεὺς τῶν ἐθνῶν.4Τίς οὐ μὴ φοβηθῇ σε,Κύριε, καὶ δοξάσῃτὸ ὄνομά σου; Ὅτι μόνος ἅγιος εἶ·ὅτι πάντα τὰ ἔθνηἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.»The angels are commissioned
5Καὶ μετὰ ταῦτα εἶδον, καὶἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ.6Καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι, οἱἔχοντες τὰς ἑπτὰ πληγάς, ἐκ τοῦ οὐρανοῦ,οἳ ἦσανἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸνκαὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.7Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.8Καὶ ἐγεμίσθη ὁ ναὸςκαπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἠδύνατοεἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶνἀγγέλων.