The Song of the 144,000
1Καὶ εἶδον, καὶ ἰδού,τὸ ἀρνίονἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦἀριθμὸςρμδ΄ χιλιάδες, ἔχουσαιτὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.2Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.3Καὶᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶοὐδεὶςἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱρμδ΄ χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.4Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν. Οὗτοίεἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπουἐὰνὑπάγῃ. Οὗτοιὑπὸ Ἰησοῦ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ.5Καὶοὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος, ἄμωμοιγάρεἰσι.The Messages of the Three Angels
6Καὶ εἶδονἄγγελονπετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιονεὐαγγελίσαιτοὺςκαθημένους ἐπὶ τῆς γῆς καὶἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,7λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸνΚύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατεαὐτὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶτὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.8Καὶ ἄλλοςδεύτερος ἄγγελος ἠκολούθησε λέγων,Ἔπεσε Βαβυλὼνἡ μεγάλη·ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείαςαὐτῆς πεπότικε πάντατὰ ἔθνη.9Καὶἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τιςπροσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνειχάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιοντῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου.11Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶνεἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.12Ὧδεἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν,οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστινἸησοῦ.13Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦλεγούσης, Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνῄσκοντες ἀπ᾽ ἄρτι.Λέγει, Ναὶ, τὸ πνεῦμα, ἵναἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν, τὰδὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.The Harvest of the Earth
14Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέληνκαθήμενον ὅμοιονυἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.15Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦναοῦ κράζων ἐνφωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτιἦλθεν ἡ ὥραθερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.16Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶτῇ νεφέλῃ τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.17Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.18Καὶ ἄλλος ἄγγελοςἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου,ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησενἐν κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυαςτῆς ἀμπέλου τῆς γῆς, ὅτιἤκμασεν ἡ σταφυλὴ τῆς γῆς.19Καὶἐξέβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦτὸν μέγαν.20Καὶ ἐπατήθη ἡ ληνὸςἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίωνχιλίων ἑξακοσίων.