ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
13
/
grc_tcg
The First Beast
1
Καὶ
info
ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης. Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον
info
κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ
info
ὀνόματα βλασφημίας—
2
καὶ τὸ θηρίον ὃ εἶδον
info
ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς
info
ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην—
3
καὶ
info
μίαν
info
ἐκ τῶν κεφαλῶν αὐτοῦ
info
ὡσεὶ ἐσφαγμένην εἰς θάνατον. Καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ
info
ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου.
4
Καὶ προσεκύνησαν
info
τῷ δράκοντι
info
τῷ δεδωκότι
info
τὴν ἐξουσίαν τῷ θηρίῳ,
info
καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, Τίς ὅμοιος τῷ θηρίῳ;
info
Τίς
info
δυνατὸς πολεμῆσαι μετ᾽ αὐτοῦ;
5
Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ
info
βλασφημίαν, καὶ ἐδόθη αὐτῷ ἐξουσία
info
πόλεμον ποιῆσαι μῆνας
info
τεσσαράκοντα δύο.
6
Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς
info
βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ,
info
τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
7
info
Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν
info
καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
8
Καὶ προσκυνήσουσιν
info
αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς,
info
ὧν οὐ γέγραπται
info
τὸ ὄνομα ἐν
info
τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου
info
τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
9
Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
10
Εἴ τις
info
ἔχει αἰχμαλωσίαν,
ὑπάγει·
εἴ τις ἐν
info
μαχαίρᾳ
info
ἀποκτενεῖ,
δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι.
Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
The Second Beast
11
Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε
info
κέρατα ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
12
Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ
info
ἐποίει τὴν γῆν καὶ τοὺς
info
ἐν αὐτῇ κατοικοῦντας ἵνα
info
προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13
Καὶ ποιεῖ σημεῖα μεγάλα,
info
καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ
info
ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14
Καὶ πλανᾷ
info
τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ,
info
ὃ
info
εἶχε
info
πληγὴν
info
καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας.
15
Καὶ ἐδόθη
info
αὐτῷ
info
πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ
info
ὅσοι
info
ἐὰν μὴ προσκυνήσωσι
info
τῇ εἰκόνι τοῦ θηρίου
info
ἀποκτανθῶσι.
16
Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα
info
δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ
info
χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ
info
τὸ μέτωπον αὐτῶν,
17
καὶ ἵνα μή τις
info
δύναται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα,
info
τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18
Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων
info
νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν·
info
ὁ ἀριθμὸς αὐτοῦ
info
χξϛ΄.
Powered by Seed Bible API
expand_more
Search
All books
Old Testament
New Testament
chevron_left
Previous Chapter
Books
search
Search
explore
Discover
share
Share
chevron_right
Next Chapter