Revelation13grc_f35

Various Vignettes

A beast from the sea

1Καὶ ἐστάθηνἐπὶ τὴν ἄμμον τῆς θαλάσσης, καὶ εἶδον ἐκ τῆς θαλάσσης Θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά,καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματαβλασφημίας.2Καὶ τὸ Θηρίον ὃ εἶδον ἦν ὅμοιονπαρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου,καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην.3Καὶμίαν ἐκτῶν κεφαλῶν αὐτοῦ ὡσεὶἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. Καὶ ἐθαύμασενὅλη ἡ γῆ ὀπίσω τοῦ Θηρίου.4Καὶ προσεκύνησαν τῷ δράκοντιτῷ δεδωκότιτὴνἐξουσίαν τῷ Θηρίῳ· καὶ προσεκύνησαν τῷ Θηρίῳλέγοντες, «Τίς ὅμοιος τῷ Θηρίῳ, καὶτίς δυνατὸςπολεμῆσαι μετ᾿ αὐτοῦ;»5Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα, καὶ βλασφημίαν·καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαιμῆνας τεσσαράκοντα δύο.6Καὶ ἤνοιξεν τὸστόμα αὐτοῦ εἰς βλασφημίανπρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺςἐν τῷ οὐρανῷ σκηνοῦντας.7Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμονμετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς. Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴνκαὶ γλῶσσαν καὶ ἔθνος.8Καὶ προσκυνήσουσιν αὐτῷπάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐγέγραπται τὸ ὄνομαἐν τῷ Βιβλίῳτῆς Ζωῆς τοῦ Ἀρνίου, τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.9Εἴ τις ἔχει οὖς, ἀκουσάτω.10Εἴ τις ἔχει αἰχμαλωσίαν, ὑπάγει·εἴ τις ἐν μαχαίρᾳ ἀποκτένει,δεῖ αὐτὸν ἐν μαχαίρᾳἀποκτανθῆναι. Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

A beast from the land

11Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύοὅμοια ἀρνίῳ καὶ ἐλάλει ὡς δράκων.12Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου Θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ· καὶ ἐποίειτὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦνταςἵνα προσκυνήσωσιντὸ Θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.13Καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵναἐκ τοῦ οὐρανοῦ καταβαίνῃἐπὶτὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.14Καὶ πλανᾷ τοὺς ἐμούς,τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ Θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃ εἶχεντὴν πληγὴντῆς μαχαίρας καὶ ἔζησεν.15Καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναιτῇ εἰκόνι τοῦ Θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ Θηρίου, καὶ ποιήσῃὅσοιἐὰνμὴ προσκυνήσωσιν τῇ εἰκόνιτοῦ Θηρίου ἵναἀποκτανθῶσιν.16Καὶ ποιεῖ πάντας—τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους—ἵνα δῶσιναὐτοῖς χαράγματαἐπὶ τῆςχειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ τῶν μετώπωναὐτῶν,17καὶ ἵνα μή τις δύνηταιἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ Θηρίουἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.18Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦνψηφισάτω τὸν ἀριθμὸν τοῦ Θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν—καὶὁ ἀριθμὸς αὐτοῦ ἐστινχξς΄.