Parenthesis—partly historical
The woman, the Child, the dragon
1Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ· γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα.2Καὶ ἐν γαστρὶ ἔχουσαἔκραζεν ὠδίνουσακαὶ βασανιζομένη τεκεῖν.3Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ· καὶ ἰδού, δράκων μέγας πυρρός,ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα.4Καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. Καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τικτεῖν,ἵνα ὅταν τέκῃ τὸ Τέκνον αὐτῆς καταφάγῃ.5Καὶ ἔτεκεν Υἱόν, ἄρρενα,ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐνῥάβδῳ σιδηρᾷ. Καὶ ἡρπάγητὸ Τέκνον αὐτῆς πρὸς τὸν Θεόν, καὶ πρὸςτὸν θρόνον αὐτοῦ.6Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ὅπου ἔχει ἐκεῖτόπον ἡτοιμασμένον ἀπὸτοῦ Θεοῦ, ἵνα ἐκεῖ ἐκτρέφωσιναὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.Satan excluded from heaven
7Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαιμετὰτοῦ δράκοντος· καὶ ὁ δράκων ἐπολέμησεν, καὶ οἱ ἄγγελοι αὐτοῦ,8καὶ οὐκ ἴσχυσεν,οὐδὲτόπος εὑρέθη αὐτῷἔτι ἐν τῷ οὐρανῷ.9Καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφιςὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶΣατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην· ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾿ αὐτοῦἐβλήθησαν.10Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν·«Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις, καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι κατεβλήθηὁ κατήγοροςτῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶνἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.11Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ Ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν, ἄχρι θανάτου.12Διὰ τοῦτο εὐφραίνεσθε, οἱοὐρανοί, καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. Οὐαὶ τῇ γῇ καὶ τῇ θαλάσσῃ,ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.»Satan persecutes the woman
13Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρρενα.14Καὶ ἐδόθησαν τῇ γυναικὶδύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον, εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφηταιἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, ἀπὸ προσώπου τοῦ ὄφεως.15Καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸςὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.16Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.17Καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.