ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ11grc_tcg
The Two Witnesses
1Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ,λέγων,Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.2Καὶ τὴν αὐλὴν τὴνἔξωθεν τοῦ ναοῦ ἔκβαλεἔξω καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆναςτεσσαράκοντα καὶ δύο.3Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα,περιβεβλημένοι σάκκους.4Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶαἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦΚυρίου τῆς γῆςἑστῶτες.5Καὶ εἴ τιςαὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τιςθέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι.6Οὗτοι ἔχουσιτὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι, ἵνα μὴὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆνὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ.7Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσειμετ᾽ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.8Καὶτὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείαςτῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπουκαὶ ὁ Κύριοςαὐτῶν ἐσταυρώθη.9Καὶβλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶντὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖςἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκἀφήσουσι τεθῆναι εἰςμνῆμα.10Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆςχαίρουσιν ἐπ᾽ αὐτοῖς καὶεὐφρανθήσονται καὶ δῶραδώσουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.11Καὶ μετὰτὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθενεἰς αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγαςἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.12Καὶἤκουσαφωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς,Ἀνάβητε ὧδε. Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.13Ἐν ἐκείνῃ τῇἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.14Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν·ἡ οὐαὶ ἡ τρίτη, ἰδού, ἔρχεται ταχύ.The Seventh Trumpet
15Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷλέγοντες,Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.16Καὶ οἱεἴκοσι τέσσαρες πρεσβύτεροιοἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν,ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ,17λέγοντες,Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,ὁ ὢν καὶ ὁ ἦν,ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάληνκαὶ ἐβασίλευσας.18Καὶ τὰ ἔθνη ὠργίσθησαν,καὶ ἦλθεν ἡ ὀργή σουκαὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναικαὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταιςκαὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις,καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.19Καὶἠνοίχθη ὁ ναὸς τοῦ Θεοῦἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκηςτοῦ Κυρίου ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶφωναὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη.