Revelation11grc_f35

The two witnesses

1Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ. Καὶ εἱστήκει ὁ ἄγγελος λέγων·«Ἔγειραικαὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.2Καὶ τὴν αὐλὴν τὴν ἔξωθεντοῦ ναοῦ ἔκβαλε ἔξωθεν,καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν· καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσαράκοντα δύο.3Καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.»4Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίουτῆς γῆς ἑστῶσαι.5Καὶ εἴ τις αὐτοὺς θέλειἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. Καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι,οὕτωςδεῖ αὐτὸν ἀποκτανθῆναι.6Οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανὸνἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέραςτῆς προφητείας αὐτῶν·καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσιν.7Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν τὸ Θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς Ἀβύσσου ποιήσει μετ᾿ αὐτῶν πόλεμον, καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς8—καὶ τὰ πτώματααὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης (ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος), ὅπου καὶὁ Κύριος αὐτῶνἐσταυρώθη.9Καὶ βλέπουσινἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὰ πτώματααὐτῶν ἡμέρας τρεῖςἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσιντεθῆναι εἰς μνῆμα.10Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσινἐπ᾿ αὐτοῖς, καὶ εὐφρανθήσονταικαὶ δῶρα πέμψουσινἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.11Καὶ μετὰτρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν ἐπ᾿ αὐτοὺςκαὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσενἐπὶ τοὺς θεωροῦντας αὐτούς.12Καὶ ἤκουσαφωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσηςαὐτοῖς, «Ἀνάβητεὧδε.» Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.13Καὶ ἐνἐκείνῃ τῇ ἡμέρᾳἐγένετο σεισμὸς μέγας καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά. Καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.)14Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν. Ἡ οὐαὶ ἡ τρίτῃ, ἰδού,ἔρχεται ταχύ.

The seventh trumpet

15Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι·«Ἐγένετο ἡ βασιλείατοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.»16Καὶ οἱ εἴκοσι τέσσαρεςπρεσβύτεροι, οἱἐνώπιοντοῦ Θεοῦ καθήμενοιἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσονἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ17λέγοντες· «Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος,ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας.18Καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου, καὶ ὁ καιρὸς τῶν νεκρῶνκριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις, καὶ τοῖς ἁγίοις καὶτοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις,καὶ διαφθεῖραι τοὺς διαφθείρανταςτὴν γῆν.»19Καὶ ἠνοίγηὁ ναὸς τοῦ Θεοῦἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Κυρίουἐν τῷ ναῷ αὐτοῦ. Καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶκαὶ χάλαζα μεγάλη.