Parenthesis
John eats a little book
1(Καὶ εἶδονἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶριςἐπὶ τῆς κεφαλῆς αὐτοῦ·καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός·2καὶ εἶχενἐν τῇ χειρὶ αὐτοῦ βιβλιδάριονἀνεῳγμένον.Καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης,τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,3καὶ ἔκραξεν φωνῇ μεγάλῃ, ὥσπερ λέων μυκᾶται. Καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.4Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταὶἔμελλονγράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν,«Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί,» καὶ «Μετὰ ταῦτα γράφεις.»5Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰνεἰς τὸν οὐρανὸν6καὶ ὤμοσεν ἐντῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται·7ἀλλ᾿ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, τελεσθῇτὸ μυστήριον τοῦ Θεοῦ, ὃεὐηγγελίσατοτοὺς δούλους αὐτοῦ τοὺς προφήτας.8Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσαμετ᾿ ἐμοῦ καὶ λέγουσα·«Ὕπαγε, λάβε τὸ βιβλιδάριοντὸ ἀνεῳγμένονἐν τῇ χειρὶ τοῦἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.»9Καὶ ἀπῆλθονπρὸς τὸν ἄγγελον λέγων αὐτῷ, «Δόςμοι τὸ βιβλιδάριον.»Καὶ λέγει μοι· «Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾿ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.»10Καὶ ἔλαβον τὸ βιβλιδάριονἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ. Καὶ ὅτε ἔφαγον αὐτὸ ἐπικράνθη ἡ κοιλία μου.11Καὶ λέγειμοι, «Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς, καὶ ἐπὶἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.»