Philippians4grc_f35

1Ὥστε, ἀδελφοί μου, ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.

To individuals

2Εὐοδίανπαρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ.3Ναί,ἐρωτῶ καὶ σέ, σύζυγε γνήσιε,συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν Βίβλῳ Ζωῆς.

Filling the mind with good things

4Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.5Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις· ὁ Κύριος ἐγγύς.6Μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντί, τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας,τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν·7καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.8Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα—εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος—ταῦτα λογίζεσθε.9Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετεἐν ἐμοί, ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.

Thanks for material support

10Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾿ ᾧ καὶ ἐφρονεῖτε,ἠκαιρεῖσθε δέ.11Οὐχ ὅτι καθ᾿ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι.12Οἶδα καὶταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι.13Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.14Πλὴνκαλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.15Οἴδατε δὲκαὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεωςεἰ μὴ ὑμεῖς μόνοι.16Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δίς, εἰς τὴν χρείαν μοι ἐπέμψατε.17Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ᾿ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.18Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾿ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ Θεῷ.19Ὁ δὲ Θεός μου πληρώσειπᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτοναὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.20Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Sign-off

21Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.22Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.23Ἡ χάρις τοῦ Κυρίου,Ἰησοῦ Χριστοῦ, μετὰ πάντωνὑμῶν. Ἀμήν.,