Philemon1grc_f35

Greeting

1Παῦλος, δέσμιος Ἰησοῦ Χριστοῦ,καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν,2καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇκαὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ᾿ οἶκόν σου ἐκκλησίᾳ·3Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Paul commends Philemon

4Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,5ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους,6ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸςἀγαθοῦ τοῦ ἐν ὑμῖνεἰς Χριστὸν Ἰησοῦν·7χάρινγὰρἔχομενπολλὴνκαὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

Paul intercedes for Onesimus

8Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,9διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ—τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ.10Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου,Ὀνήσιμον11—τὸν ποτέ σοι ἄχρηστον, νυνὶ δὲσοὶ καὶ ἐμοὶ εὔχρηστον—ὃν ἀνέπεμψα.12Σὺ δὲαὐτόν, τοῦτ᾿ ἔστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ13—ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι,ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,14χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.15Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς16—οὐκέτι ὡς δοῦλον, ἀλλ᾿ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοί, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ.

Paul asks for obedience

17Εἰ οὖν μεἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.18Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει.19Ἐγώ, Παῦλος, ἔγραψα τῇ ἐμῇ χειρί, «Ἐγὼ ἀποτίσω» (ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.).20Ναὶ ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ.21Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃλέγω ποιήσεις.22Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.

Farewell

23Ἀσπάζονταίσε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,24Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.25Ἡ χάρις τοῦ Κυρίου ἡμῶνἸησοῦμετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.,