A miniature of the Kingdom
1Καὶ ἔλεγεν αὐτοῖς, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότωνοἵτινες οὐ μὴ γεύσωνταιθανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.»2Καὶ μεθ᾿ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸνἸάκωβον καὶ τὸνἸωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν·3καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετοστίλβοντα, λευκὰ λίαν, ὡς χιών,οἷα κναφεὺςἐπὶ τῆς γῆς οὐ δύναταιλευκᾶναι.4Καὶ ὤφθη αὐτοῖς Ἠλίας, σὺν Μωϋσῇ,καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.5Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, «Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς·σοὶ μίαν καὶ Μωσεῖμίαν καὶ Ἠλίᾳ μίαν.»6(Οὐ γὰρ ᾔδει τί λαλήσει,ἦσαν γὰρ ἔκφοβοι.)7Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθενΦωνὴ ἐκ τῆς νεφέλης·«Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός. Αὐτοῦ ἀκούετε.»8Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον ἀλλὰτὸν Ἰησοῦν μόνον μεθ᾿ ἑαυτῶν.9Καταβαινόντων δὲαὐτῶν ἀπὸτοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον,εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.10Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.11Καὶ ἐπηρώτων αὐτόν, λέγοντες, «Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;»12Ὁ δὲ ἀποκριθεὶς εἶπεναὐτοῖς· «Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷπάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ.13Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ‹Ἠλίας› ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν»(καθὼς γέγραπται ἐπ᾿ αὐτόν).The nine couldn’t do it
14Καὶ ἐλθὼνπρὸς τοὺς μαθητάς, εἶδενὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς.15Καὶ εὐθέωςπᾶς ὁ ὄχλος ἰδὼναὐτὸν ἐξεθαμβήθη,καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.16Καὶ ἐπηρώτησεν τοὺς γραμματεῖς,«Τί συζητεῖτε πρὸς αὐτούς;»17Καὶ ἀποκριθεὶςεἷς ἐκ τοῦ ὄχλου εἶπεν·«Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.18Καὶ ὅπου ἂναὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ,καὶ ξηραίνεται. Καὶ εἶποντοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.»19Ὁ δὲ ἀποκριθεὶς αὐτῷλέγει·«Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι, ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.»20Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὸναὐτόν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεναὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο, ἀφρίζων.21Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, «Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ;» Ὁ δὲ εἶπεν·«Παιδιόθεν.22Καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρἔβαλεν καὶ εἰς ὕδαταἵνα ἀπολέσῃ αὐτόν. Ἀλλ᾿ εἴ τι δύνασαι,βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς.»23Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Τὸ εἰ δύνασαιπιστεῦσαι·πάντα δυνατὰ τῷ πιστεύοντι.»24Καὶ εὐθέωςκράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων,ἔλεγεν, «Πιστεύω, Κύριε·βοήθει μου τῇ ἀπιστίᾳ.»25Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὁὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, «Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν,ἐγώ σοι ἐπιτάσσω,ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.»26Καὶ κράξανκαὶ πολλὰ σπαράξαναὐτὸνἐξῆλθεν. Καὶ ἐγένετο ὡσεὶ νεκρός· ὥστεπολλοὺς λέγειν ὅτι ἀπέθανεν.27Ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸςἤγειρεν αὐτόν, καὶ ἀνέστη.28Καὶ εἰσελθόντα αὐτὸνεἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν,«Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;»29Καὶ εἶπεν αὐτοῖς, «Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.»Jesus predicts His death again
30Καὶ ἐκεῖθενἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ·31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι, «Ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳἀναστήσεται.»32Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.About humility
33Καὶ ἦλθενεἰς Καπερναούμ·καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, «Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺςδιελογίζεσθε;»34Οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.35Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, «Εἴ τις θέλει πρῶτος εἶναι, ἔσταιπάντων ἔσχατος καὶ πάντων διάκονος.»36Καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς,37«Ὃς ἐὰνἓν τῶν τοιούτων παιδίωνδέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰνἐμὲ δέξηται,οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.»Either for, or against
38Ἀπεκρίθη δὲαὐτῷ ὁἸωάννης, λέγων,«Διδάσκαλε, εἴδομέν τινατῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν·καὶ ἐκωλύσαμεναὐτόν, ὅτι οὐκ ἀκολουθεῖἡμῖν.»39Ὁ δὲ Ἰησοῦς εἶπεν· «Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.40Ὃς γὰρ οὐκ ἔστιν καθ᾿ ὑμῶν,ὑπὲρ ὑμῶνἐστιν.41Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐνὀνόματί μου,ὅτι Χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν,οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.About offenses
42»Καὶ ὃς ἐὰνσκανδαλίσῃ ἕνα τῶν μικρῶντῶν πιστευόντων εἰς ἐμέ,καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸςπερὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.43Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν σοί ἐστινκυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖνἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον44—ὅπου ‹ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.›45Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σοιεἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον46—ὅπου ‹ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.›47Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοίἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἢδύο ὀφθαλμοὺς ἔχοντα βληθῆναιεἰς τὴν Γέενναν τοῦ πυρός48—ὅπου ‹ὁ σκώληξοὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.›49»Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.50Καλὸν τὸ ἅλας, ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας,καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.»