The Feeding of the Four Thousand
1Ἐν ἐκείναις ταῖς ἡμέραις,παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενοςὁ Ἰησοῦς τοὺς μαθητὰςαὐτοῦ λέγει αὐτοῖς,2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι·3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκουσι.4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶαὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;5Καὶἐπηρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους;Οἱ δὲεἶπον, Ἑπτά.6Καὶπαρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους,εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵναπαραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.7Καὶεἶχον ἰχθύδια ὀλίγα· καὶεὐλογήσας εἶπεπαραθεῖναι καὶ αὐτά.8Ἔφαγον δέ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰσπυρίδας.9Ἦσαν δὲοἱ φαγόντες ὡςτετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.10Καὶεὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.The Pharisees Ask For a Sign
11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντοσυζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.13Καὶ ἀφεὶς αὐτούς,ἐμβὰς πάλινεἰς πλοῖον, ἀπῆλθενεἰς τὸ πέραν.The Leaven of the Pharisees and Herod
14Καὶἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.15Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.16Καὶ διελογίζοντο πρὸς ἀλλήλους,λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν.17Καὶ γνοὺςὁ Ἰησοῦς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;18Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε;19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε;Λέγουσιν αὐτῷ, Δώδεκα.20Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;Οἱ δὲ εἶπον, Ἑπτά.21Καὶἔλεγεν αὐτοῖς, Πῶς οὐ συνίετε;Jesus Heals a Blind Man at Bethsaida
22Καὶἔρχεται εἰςΒηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.23Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ,ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τιβλέπει.24Καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους,ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.25Εἶτα πάλινἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶἀποκατεστάθη, καὶἐνέβλεψε τηλαυγῶςἅπαντας.26Καὶ ἀπέστειλεν αὐτὸν εἰςτὸν οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.Peter Declares That Jesus Is the Christ
27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμαςΚαισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;28Οἱ δὲἀπεκρίθησαν,Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοιἨλίαν· ἄλλοι δὲἕνα τῶν προφητῶν.29Καὶ αὐτὸςλέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;Ἀποκριθεὶςδὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός.30Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.Jesus Predicts His Death and Resurrection
31Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναιἀπὸ τῶν πρεσβυτέρων καὶτῶν ἀρχιερέων καὶτῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενοςαὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ.33Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησετῷ Πέτρῳ,λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.35Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.36Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;37 Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;38Ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.