Jesus rebuts scribes and Pharisees
1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων.2Καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦκοιναῖς χερσίν—τοῦτ᾿ ἔστιν, ἀνίπτοις—ἐσθίονταςἄρτους,ἐμέμψαντο.3(Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων.4Καὶ ἀπὸἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται,οὐκ ἐσθίουσιν. Καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν—βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκείωνκαὶ κλινῶν.)5Ἔπειταἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, «Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσινκατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰἀνίπτοιςχερσὶν ἐσθίουσιν τὸν ἄρτον;»6Ὁ δὲ ἀποκριθεὶςεἶπεν αὐτοῖς ὅτι«Καλῶς προεφήτευσενἩσαΐαςπερὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται·‹Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ.7Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.›8Ἀφέντες γὰρτὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων—βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.»9Καὶ ἔλεγεν αὐτοῖς· «Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.10Μωσῆςγὰρ εἶπεν, ‹Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου› καί, ‹Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.›11Ὑμεῖς δὲ λέγετε ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, ‹Κορβᾶν› (ὅ ἐστιν, δῶρον) ‹ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,›12καὶοὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦἢ τῇ μητρὶ αὐτοῦ,13ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσειὑμῶν ᾗ παρεδώκατε. Καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.»That which really defiles
14Καὶ προσκαλεσάμενος πάντατὸν ὄχλον ἔλεγεν αὐτοῖς· «Ἀκούετέμου πάντες, καὶ συνίετε·15Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι·ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ᾿ αὐτοῦ, ἐκεῖνάἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.16Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.»17Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς.18Καὶ λέγει αὐτοῖς· «Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐνοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾿ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζονπάντα τὰ βρώματα;»20Ἔλεγεν δὲ ὅτι «Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.21Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων, οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται—μοιχεῖαι, πορνεῖαι, φόνοι,22κλοπαί,πλεονεξίαι, πονηρίαι· δόλος, ἀσέλγεια,ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη—23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.»Unusual faith
24Καὶ ἐκεῖθενἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόριαΤύρου καὶ Σιδῶνος.Καὶ εἰσελθὼν εἰςοἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν.25Ἀκούσασα γὰργυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆςπνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ.26Ἦν δὲ ἡ γυνὴἙλληνίς, Συρα-Φοινίκισσατῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃἐκ τῆς θυγατρὸς αὐτῆς.27Ὁ δὲ Ἰησοῦς εἶπεναὐτῇ, «Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστινλαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.»28Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, «Ναί,Κύριε, καὶ γὰρτὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίειἀπὸ τῶν ψιχίων τῶν παιδίων.»29Καὶ εἶπεν αὐτῇ, «Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.»30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ δαιμόνιον ἐξεληλυθὸς καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.Jesus heals a deaf mute
31Καὶ πάλιν, ἐξελθὼν ὁ Ἰησοῦςἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθενπρὸςτὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.32Καὶ φέρουσιν αὐτῷ κωφὸνμογγιλάλονκαὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.33Καὶ ἀπολαβόμενοςαὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ· καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ.34Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, «Ἐφφαθά,» ὅ ἐστιν, «Διανοίχθητι.»35Καὶ εὐθέωςδιηνοίχθησαναὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.36Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν·ὅσον δὲ αὐτὸςαὐτοῖς διεστέλλετο,μᾶλλον περισσότερον ἐκήρυσσον.37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες· «Καλῶς πάντα πεποίηκεν. Καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺςἀλάλους λαλεῖν.»