ΚΑΤΑ ΜΑΡΚΟΝ6grc_tcg

Jesus Rejected at Nazareth

1Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶἦλθεν εἰς τὴν πατρίδααὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.2Καὶ γενομένου σαββάτου, ἤρξατοἐν τῇ συναγωγῇ διδάσκειν· καὶπολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τίς ἡ σοφία ἡ δοθεῖσααὐτῷ,καὶδυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦγίνονται;3Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸςΜαρίας,ἀδελφὸς δὲ Ἰακώβου καὶἸωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.4Ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.5Καὶ οὐκἠδύνατο ἐκεῖοὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε.6Καὶἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Jesus Sends Out the Twelve Apostles Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.7Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.8Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον· μὴπήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν·9ἀλλ᾽ ὑποδεδεμένους σανδάλια· καὶ μὴἐνδύσησθε δύο χιτῶνας.10Καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.11Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.12Καὶ ἐξελθόντεςἐκήρυσσον ἵναμετανοήσωσι·13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

The Death of John the Baptist

14Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶἔλεγεν ὅτιἸωάννης ὁ βαπτίζωνἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.15Ἄλλοι ἔλεγον ὅτιἨλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτηςἐστίν, ὡς εἷς τῶν προφητῶν.16Ἀκούσας δὲἩρῴδηςεἶπενὅτι Ὃν ἐγὼ ἀπεκεφάλισαἸωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθηἐκ νεκρῶν.17Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸνἸωάννην, καὶ ἔδησεν αὐτὸν ἐνφυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.18Ἔλεγε γὰρ ὁἸωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.19Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο·20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸνἸωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶἀκούσας αὐτοῦ, πολλὰἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουε.21Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνονἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖςχιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,22καὶ εἰσελθούσης τῆς θυγατρὸςαὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης,καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις,εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί·23καὶ ὤμοσεναὐτῇὅτι Ὃ ἐάν με αἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.24Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τίαἰτήσομαι; Ἡ δὲ εἶπε, Τὴν κεφαλὴνἸωάννου τοῦβαπτιστοῦ.25Καὶ εἰσελθοῦσαεὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵναμοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴνἸωάννου τοῦ βαπτιστοῦ.26Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺςσυνανακειμένους οὐκ ἠθέλησεναὐτὴν ἀθετῆσαι.27Καὶεὐθέως ἀποστείλας ὁ βασιλεὺςσπεκουλάτορα ἐπέταξενἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ.28Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.29Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.

The Feeding of the Five Thousand

30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα,καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.31Καὶεἶπεν αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον.Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖνεὐκαίρουν.32Καὶ ἀπῆλθονεἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾽ ἰδίαν.33Καὶεἶδον αὐτοὺςὑπάγοντας καὶἐπέγνωσαναὐτὸν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς,καὶ συνῆλθον πρὸς αὐτόν.34Καὶ ἐξελθὼνεἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.35Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦλέγουσιν ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖςἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.37Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμενδηναρίων διακοσίων ἄρτους, καὶδῶμεν αὐτοῖς φαγεῖν;38Ὁ δὲ λέγει αὐτοῖς, Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶ ἴδετε.Καὶ γνόντες λέγουσι, Πέντε, καὶ δύο ἰχθύας.39Καὶ ἐπέταξεν αὐτοῖςἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.40Καὶἀνέπεσον πρασιαὶ πρασιαί,ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖςαὐτοῦ ἵναπαραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.42Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν·43καὶ ἦρανκλασμάτων δώδεκακοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων.44Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτουςπεντακισχίλιοι ἄνδρες.

Jesus Walks on Water

45Καὶεὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸςΒηθσαϊδάν, ἕως αὐτὸςἀπολύσῃ τὸν ὄχλον.46Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.47Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.48Καὶεἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς,καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελε παρελθεῖν αὐτούς.49Οἱ δέ, ἰδόντες αὐτὸνπεριπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξανφάντασμα εἶναι, καὶ ἀνέκραξαν·50πάντες γὰρ αὐτὸνεἶδον, καὶ ἐταράχθησαν.Καὶεὐθέως ἐλάλησε μετ᾽ αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε.51Καὶ ἀνέβηπρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίανἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο,καὶ ἐθαύμαζον.52Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις·ἦν γὰραὐτῶν ἡ καρδία πεπωρωμένη.

Jesus Heals the Sick in Gennesaret

53Καὶ διαπεράσαντεςἦλθον ἐπὶ τὴν γῆνΓεννησαρέτ, καὶ προσωρμίσθησαν.54Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου,εὐθέως ἐπιγνόντες αὐτόν,55περιδραμόντες ὅλην τὴνπερίχωρον ἐκείνην,ἤρξαντο ἐπὶ τοῖςκραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτιἐκεῖ ἐστι.56Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢπόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖςἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂνἥπτοντο αὐτοῦ ἐσῴζοντο.