Mark6grc_f35

A visit to Natsareth

1Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθενεἰς τὴν πατρίδα αὐτοῦ,καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.2Καὶ γενομένου σαββάτου, ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν.Καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες· «Πόθεν τούτῳ ταῦτα;» καί, «Τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ;»καί,«Δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται.3Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸςΜαρίας, ἀδελφὸς δὲἸακώβου καὶ Ἰωσῆκαὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς;» Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.4Ἔλεγεν δὲαὐτοῖς ὁ Ἰησοῦς ὅτι «Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσινκαὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.»5Καὶ οὐκ ἠδύνατοἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι,εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν.6Καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ, διδάσκων.

The Twelve commissioned and sent

7Καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.8Καὶ παρήγγειλεναὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον—μὴ πήραν, μὴ ἄρτον,μὴ εἰς τὴν ζώνην χαλκόν—9ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθεδύο χιτῶνας.10Καὶ ἔλεγεν αὐτοῖς· «Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.11Καὶ ὅσοιἐὰνμὴδέξωνταιὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.»12Καὶ ἐξελθόντες ἐκήρυσσονἵνα μετανοήσωσιν,13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον,καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

Herod had executed John the Baptizer

14Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγενὅτι «Ἰωάννης ὁ βαπτίζωνἐκ νεκρῶν ἠγέρθη,καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.»15Ἄλλοιἔλεγον ὅτι «Ἠλίας ἐστίν.» Ἄλλοι δὲ ἔλεγον ὅτι «Προφήτης ἐστὶν ὡςεἷς τῶν προφητῶν.»16Ἀκούσας δὲ ὁἩρῴδης εἶπενὅτι«Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸςἠγέρθη ἐκ νεκρῶν.»17Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ,διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· ὅτι αὐτὴν ἐγάμησεν18—ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι «Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.»19Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο,20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν. Καὶ ἀκούωναὐτοῦ πολλὰ ἐποίει,καὶ ἡδέως αὐτοῦ ἤκουεν.21Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίειτοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας.22Καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆςἩρῳδιάδος καὶ ὀρχησαμένης, καὶ ἀρεσάσηςτῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, «Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί.»23Καὶ ὤμοσεν αὐτῇὅτι «Ὃἐάν μεαἰτήσῃς δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.»24Ἡ δὲἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, «Τί αἰτήσομαι;»Ἡ δὲ εἶπεν, «Τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.»25Καὶ εἰσελθοῦσα εὐθέωςμετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο, λέγουσα, «Θέλω ἵνα μοι δῷς ἐξαυτῆςἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.»26Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους, καὶ τοὺς συνανακειμένους,οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι.27Καὶ εὐθέωςἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωραἐπέταξεν ἐνεχθῆναιτὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.29Καὶ ἀκούσαντες, οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐνμνημείῳ.

The Twelve return

30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.31Καὶ εἶπεναὐτοῖς, «Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύεσθεὀλίγον»· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.

Bread for 5,000 men

32Καὶ ἀπῆλθονεἰς ἔρημον τόπον τῷ πλοίῳκατ᾿ ἰδίαν.33Καὶ εἶδον αὐτοὺς ὑπάγονταςκαὶ ἐπέγνωσαν αὐτοὺςπολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς καὶ συνῆλθον πρὸς αὐτόν.34Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦςπολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς,ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.35Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσινὅτι «Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή.36Ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.»37Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, «Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Καὶ λέγουσιν αὐτῷ, «Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίωνἄρτους καὶ δῶμεναὐτοῖς φαγεῖν;»38Ὁ δὲ λέγει αὐτοῖς· «Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶἴδετε.» Καὶ γνόντες λέγουσιν, «Πέντε, καὶ δύο ἰχθύας.»39Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναιπάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.40Καὶ ἀνέπεσονπρασιαὶ πρασιαὶ ἀνὰἑκατὸν καὶ ἀνὰ πεντήκοντα.41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ,ἵνα παραθῶσιναὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.42Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν.43Καὶ ἦραν κλασμάτωνδώδεκα κοφίνους πλήρεις,καὶ ἀπὸ τῶν ἰχθύων.44Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτουςπεντακισχίλιοι ἄνδρες.

Jesus retires to pray

45Καὶ εὐθέωςἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν, πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσειτὸν ὄχλον.46Καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

A walk on water

47Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης· καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.48Καὶ εἶδεναὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς. Καὶπερὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελεν παρελθεῖν αὐτούς·49οἱ δέ, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης,ἔδοξαν φάντασμα εἶναι,καὶ ἀνέκραξαν·50πάντες γὰρ αὐτὸν εἶδονκαὶ ἐταράχθησαν. Καὶ εὐθέωςἐλάλησεν μετ᾿ αὐτῶν, καὶ λέγει αὐτοῖς· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.»51Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον,καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν ἐκ περισσοῦἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον.52Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις—ἦν γὰραὐτῶν ἡ καρδίαπεπωρωμένη.

In Genesaret

53Καὶ διαπεράσαντες, ἦλθονἐπὶ τὴν γῆνΓενησαρὲτκαὶ προσωρμίσθησαν.54Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέωςἐπιγνόντες αὐτόν,55περιδραμόντεςὅλην τὴν περίχωρονἐκείνηνἤρξαντο ἐπὶ τοῖς κραββάτοιςτοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖἐστιν.56Καὶ ὅπου ἂν εἰσεπορεύετο—εἰς κώμας ἢπόλεις ἢἀγρούς—ἐν ταῖς ἀγοραῖς ἐτίθουντοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντοαὐτοῦ ἐσῴζοντο.