Mark4grc_f35

Many parables

1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνήχθηπρὸς αὐτὸν ὄχλος πολύς,ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖονκαθῆσθαι, ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν, ἐπὶ τῆς γῆς, ἦν.2Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·

Parable of the soils

3«Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦσπεῖραι.4Καὶ ἐγένετο, ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰτὴν ὁδόν, καὶ ἦλθεντὰ πετεινὰκαὶ κατέφαγεν αὐτό.5Ἄλλο δὲἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέωςἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς.6Ἡλίου δὲ ἀνατείλαντοςἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.7Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.8Καὶ ἄλλοἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα—καὶ ἔφερεν ἐντριάκοντα καὶ ἐνἑξήκοντα καὶ ἐνἑκατόν.»9Καὶ ἔλεγεν,«Ὁ ἔχωνὦτα ἀκούειν, ἀκουέτω.»

The why of parables

10Ὅτε δὲἐγένετο κατὰ μόνας, ἠρώτησαναὐτὸν οἱ περὶ αὐτόν, σὺν τοῖς δώδεκα, τὴν παραβολήν.11Καὶ ἔλεγεν αὐτοῖς· «Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριοντῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,12ἵνα· ‹Βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.› »

‘The soils’ explained

13Καὶ λέγει αὐτοῖς· «Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;14Ὁ σπείρων τὸν λόγον σπείρει.15Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος· καὶ ὅταν ἀκούσωσιν, εὐθέωςἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.16Καὶ οὗτοι εἰσιν ὁμοίωςοἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι· οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθέωςμετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν—εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέωςσκανδαλίζονται.18Καὶ οὗτοίεἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι·οἱ τὸν λόγον ἀκούοντες,19καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτουκαὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.20Καὶ οὗτοίεἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες· οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν—ἐντριάκοντα καὶ ἐνἑξήκοντα καὶ ἐνἑκατόν.»

The candlestick

21Καὶ ἔλεγεν αὐτοῖς· «Μήτι ὁ λύχνος ἔρχεταιἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;22Οὐ γάρ ἐστινκρυπτὸν ὃ ἐὰνμὴφανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾿ ἵνα εἰς φανερὸν ἔλθῃ.23Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.»24Καὶ ἔλεγεν αὐτοῖς· «Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεταιὑμῖν· καὶ προστεθήσεται ὑμῖντοῖς ἀκούουσιν.25Ὃς γὰρ ἂν ἔχῃ,δοθήσεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.»

Spontaneous growth

26Καὶ ἔλεγεν· «Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ ὡς ἐὰνἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς27καὶ καθεύδῃ καὶ ἐγείρηταινύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃκαὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός.28Αὐτομάτη γὰρἡ γῆ καρποφορεῖ· πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτονἐν τῷ στάχυϊ.29Ὅταν δὲ παραδῷὁ καρπός, εὐθέωςἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.»

The mustard seed

30Καὶ ἔλεγεν· «Τίνιὁμοιώσομεντὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν ποίᾳπαραβολῇ παραβάλωμεν αὐτήν;31Ὡς κόκκονσινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότεροςπάντωντῶν σπερμάτων ἐστὶντῶν ἐπὶ τῆς γῆς,32καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζωνκαὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.»33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντοἀκούειν.34Χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς,κατ᾿ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦἐπέλυεν πάντα.

A supernatural tempest

35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, «Διέλθωμεν εἰς τὸ πέραν.»36Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτόν, ὡς ἦν ἐν τῷ πλοῖῳ (καὶ ἄλλα δὲπλοιάριαἦν μετ᾿ αὐτοῦ).37Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη,τὰ δὲκύματα ἐπέβαλενεἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.38Καὶ ἦν αὐτὸςἐπὶτῇ πρύμνῃ, ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιναὐτὸν καὶ λέγουσιν αὐτῷ, «Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;»39Καὶ διεγερθείς, ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, «Σιώπα· πεφίμωσο.» Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.40Καὶ εἶπεν αὐτοῖς· «Τί δειλοί ἐστε οὕτως;Πῶς οὐκἔχετε πίστιν;»41Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, «Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;»