ΚΑΤΑ ΜΑΡΚΟΝ3grc_tcg

Jesus Heals a Man with a Withered Hand

1Καὶ εἰσῆλθε πάλιν εἰςτὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.2Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.3Καὶ λέγει τῷ ἀνθρώπῳ τῷἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰς τὸ μέσον.4Καὶ λέγει αὐτοῖς, Ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;Οἱ δὲ ἐσιώπων.5Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς,συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου.Καὶ ἐξέτεινε, καὶἀποκατεστάθη ἡ χεὶρ αὐτοῦὑγιὴς ὡς ἡ ἄλλη.6Καὶ ἐξελθόντες οἱ Φαρισαῖοιεὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιονἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.

A Great Multitude Follows Jesus

7Καὶ ὁ Ἰησοῦςἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίαςἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας,8καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶοἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ,ἀκούσαντες ὅσαἐποίει,ἦλθον πρὸς αὐτόν.9Καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.11Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸνἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζε,λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ.12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴφανερὸν αὐτὸν ποιήσωσι.

The Twelve Apostles

13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν.14Καὶ ἐποίησεδώδεκα, ἵνα ὦσι μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν,15καὶ ἔχειν ἐξουσίανθεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια·16καὶ ἐπέθηκετῷ Σίμωνι ὄνομα Πέτρον·17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶἸωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖςὀνόματαΒοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς·18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶΜατθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸνΚανανίτην,19καὶ ἸούδανἸσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. Jesus and Beelzebul Καὶἔρχονται εἰς οἶκον·20καὶ συνέρχεται πάλινὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺςμήτε ἄρτον φαγεῖν.21Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη.22Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτιΒεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.23Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;24Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.25Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη.26Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.27 Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ.28Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν·29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως.30Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.

Jesus' Mother and Brothers

31Ἔρχονται οὖνοἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξωἑστῶτες ἀπέστειλαν πρὸς αὐτόν,φωνοῦντες αὐτόν.32Καὶ ἐκάθητοὄχλος περὶ αὐτόν·εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σουκαὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε.33Καὶἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;34Καὶ περιβλεψάμενοςκύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.35Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί.