A paralytic—the evaluation
1Καὶ εἰσῆλθεν πάλινεἰς Καπερναοὺμδι᾿ ἡμερῶν, καὶἠκούσθη ὅτι εἰς οἶκόνἐστιν.2Καὶ εὐθέωςσυνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν, μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.3Καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες,αἰρόμενον ὑπὸ τεσσάρων.4Καὶ μὴ δυνάμενοι προσεγγίσαιαὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν· καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατονἐφ᾿ ᾧὁ παραλυτικὸς κατέκειτο.5Ἰδὼν δὲὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, «Τέκνον, ἀφέωνταίσοι αἱ ἁμαρτίαι σου.»6Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·7«Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός;»8Καὶ εὐθέωςἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶδιαλογίζονται ἐν ἑαυτοῖς εἶπεναὐτοῖς· «Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;9Τί ἐστιν εὐκοπώτερον· εἰπεῖν τῷ παραλυτικῷ, ‹Ἀφέωνταίσουαἱ ἁμαρτίαι,› ἢ εἰπεῖν, ‹Ἔγειραικαὶ ἆρον τὸν κράββατόν σουκαὶ περιπάτει›;10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—λέγει τῷ παραλυτικῷ·11«Σοὶ λέγω, ἔγειραικαὶἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.»12Καὶ ἠγέρθη εὐθέως καὶἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίονπάντων· ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι «Οὐδέποτε οὕτωςεἴδομεν.»Matthew called
13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.14Καὶ παράγων,εἶδενΛευὶντὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, «Ἀκολούθει μοι.» Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.15Καὶ ἐγένετο,ἐν τῷκατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθησαναὐτῷ.16Καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι,ἰδόντες αὐτὸν ἐσθίονταμετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν,ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, «Τί ὅτιμετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;»17Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς·«Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.»Fasting
18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίωννηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, «Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱτῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;»19Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσιν τὸν νυμφίονοὐ δύνανται νηστεύειν.20Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν, ἐν ἐκείναις ταῖς ἡμέραις.Cloth and wineskins
21»Καὶοὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτειἐπὶ ἱματίῳ παλαιῷ,εἰ δὲ μή,αἴρει τὸ πλήρωμα αὐτοῦτὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.22Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, εἰ δὲ μή, ῥήσσειὁ οἶνος ὁ νέοςτοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.»Jesus is Lord of the Sabbath
23Καὶ ἐγένετο παραπορεύεσθαι αὐτόν, ἐν τοῖς σάββασιν,διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας.24Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, «Ἴδε, τί ποιοῦσιν ἐντοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;»25Καὶ αὐτὸς ἔλεγεναὐτοῖς· «Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ;26Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ (ἐπὶ Ἀβιάθαρἀρχιερέως) καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν,καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;»27Καὶ ἔλεγεν αὐτοῖς· «Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο,οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον.28Ὥστε Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ σαββάτου.»