Mark16grc_f35

1Καὶ διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ ΜαρίαἸακώβου καὶ Σαλώμη ἠγόρασανἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν.

Women go to sepulcher

2Καὶ λίαν πρωῒ τῆς μιᾶςσαββάτων, ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου.3Καὶ ἔλεγον πρὸς ἑαυτάς, «Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;»4Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος (ἦν γὰρ μέγας σφόδρα).5Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.6Ὁ δὲ λέγει αὐταῖς· «Μὴ ἐκθαμβεῖσθε. Ἰησοῦν ζητεῖτε, τὸν Ναζαρηνόν, τὸν ἐσταυρωμένον. Ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.7Ἀλλ᾿ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, καὶ τῷ Πέτρῳ, ὅτι ‹Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.› »8Καὶ ἐξελθοῦσαιἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν δὲαὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.

Jesus appears to the Magdalene, first

9Ἀναστὰς δὲ ὁ Ἰησοῦςπρωῒ πρώτῃ σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ἧςἐκβεβλήκει ἑπτὰ δαιμόνια.10Ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσιν καὶ κλαίουσιν.11Κἀκεῖνοι, ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν.

Emmaus16:12 [This was either the third or the fourth appearance; the 2nd was to the women; Jesus also appeared to Peter, but the Text does not permit us to know for sure if it was before or after Emmaus.]

12Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν.13Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.

Jesus appears to the ‘Eleven’, fifth

14Ὕστερονἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη· καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένονοὐκ ἐπίστευσαν.15Καὶ εἶπεν αὐτοῖς· «Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.16Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται.17Σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν· γλώσσαις λαλήσουσιν καιναῖς·18ὄφεις ἀροῦσιν·κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ·ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν, καὶ καλῶς ἕξουσιν.»19Ὁ μὲν οὖν Κύριος,μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ.20Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.,,,