ΚΑΤΑ ΜΑΡΚΟΝ15grc_tcg

Jesus Handed Over to Pontius Pilate

1Καὶεὐθέωςἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαντῷΠιλάτῳ.2Καὶ ἐπηρώτησεν αὐτὸν ὁΠιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶςεἶπεν αὐτῷ, Σὺ λέγεις.3Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖςπολλά·4ὁ δὲΠιλάτος πάλινἐπηρώτησεν αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σουκαταμαρτυροῦσιν.5Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸνΠιλάτον.

The Crowd Calls For Jesus' Crucifixion

6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον,ὅνπερ ᾐτοῦντο.7Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶνσυστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.8Καὶἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼςἀεὶ ἐποίει αὐτοῖς.9Ὁ δὲΠιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;10Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.12Ὁ δὲΠιλάτοςἀποκριθεὶς πάλινεἶπεν αὐτοῖς, Τί οὖνθέλετε ποιήσω ὃν λέγετεβασιλέα τῶν Ἰουδαίων;13Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν.14Ὁ δὲΠιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρκακὸν ἐποίησεν; Οἱ δὲπερισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν.15Ὁ δὲΠιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.

The Soldiers Mock Jesus

16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶσυγκαλοῦσιν ὅλην τὴν σπεῖραν.17Καὶἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,18καὶ ἤρξαντο ἀσπάζεσθαιαὐτόν, Χαῖρε,ὁ βασιλεὺς τῶν Ἰουδαίων·19καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.20Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτιατὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.

The Crucifixion

21Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.22Καὶ φέρουσιν αὐτὸν ἐπὶΓολγοθᾶ τόπον, ὅ ἐστιμεθερμηνευόμενον Κρανίου Τόπος.23Καὶ ἐδίδουν αὐτῷπιεῖν ἐσμυρνισμένον οἶνον·ὁ δὲ οὐκ ἔλαβε.24Καὶσταυρώσαντες αὐτόν,διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ.25Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν.26Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων.27Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.28Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν,κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναὸν καὶἐν τρισὶν ἡμέραις οἰκοδομῶν,30σῶσον σεαυτόν,καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.31Ὁμοίωςκαὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.32Ὁ Χριστὸς ὁ βασιλεὺςτοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεναὐτῷ. Καὶ οἱ συνεσταυρωμένοιαὐτῷ ὠνείδιζον αὐτόν.

The Death of Jesus

33Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥραςἐνάτης.34Καὶ τῇὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ,λέγων, Ἐλωΐ, Ἐλωΐ, λιμὰ σαβαχθανί;Ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;35Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον,Ἰδού,Ἠλίαν φωνεῖ.36Δραμὼν δὲεἷς,καὶ γεμίσας σπόγγον ὄξους, περιθείςτε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεταιἨλίας καθελεῖν αὐτόν.37Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε.38Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύοἀπὸ ἄνωθεν ἕως κάτω.39Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτωκράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶςὁ ἄνθρωπος οὗτος υἱὸςἦν Θεοῦ.40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷςἦνκαὶΜαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡτοῦ Ἰακώβου τοῦ μικροῦ καὶἸωσῆ μήτηρ, καὶ Σαλώμη,41αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

The Burial of Jesus

42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶἦν Παρασκευή, ὅ ἐστιπροσάββατον,43ἦλθεν Ἰωσὴφὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸςΠιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.44Ὁ δὲΠιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰπάλαι ἀπέθανε.45Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸσῶμα τῷ Ἰωσήφ.46Καὶ ἀγοράσας σινδόνα,καὶ καθελὼν αὐτόν, ἐνείλησε τῇ σινδόνι, καὶκατέθηκεν αὐτὸν ἐνμνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.47Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ ΜαρίαἸωσῆ ἐθεώρουν ποῦτίθεται.