Mark15grc_f35

1Καὶ εὐθέωςἐπὶ τὸπρωΐ, συμβούλιον ποιήσαντες, οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷΠιλάτῳ.

Jesus before Pilate

2Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ,«Σὺ λέγεις.»3Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.4Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτόν,λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε πόσα σου καταμαρτυροῦσιν.»5Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.

Barabbas

6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο.7Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν συστασιαστῶνδεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.8Καὶ ἀναβοήσαςὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶἐποίει αὐτοῖς.9Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς, λέγων, «Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;»10(Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.)11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.12Ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεναὐτοῖς, «Τί οὖν θέλετεποιήσω ὃν λέγετεβασιλέατῶν Ἰουδαίων;»13Οἱ δὲ πάλιν ἔκραξαν, «Σταύρωσον αὐτόν.»14Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, «Τί γὰρ κακὸν ἐποίησεν;»Οἱ δὲ περισσοτέρωςἔκραξαν, «Σταύρωσον αὐτόν.»15Ὁ δὲ Πιλᾶτος, βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.

Soldiers have a little ‘fun’

16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν Πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.17Καὶ ἐνδύουσιναὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτὸν καὶ λέγειν,«Χαῖρε, ὁ βασιλεὺςτῶν Ἰουδαίων.»19Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.20Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια.Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.

The Crucifixion

21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα, Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾿ ἀγροῦ (τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου), ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.22Καὶ φέρουσιν αὐτὸν ἐπὶΓολγοθᾶτόπον, ὅ ἐστιν μεθερμηνευόμενον, ‹Κρανίου Τόπος.›23Καὶ ἐδίδουν αὐτῷ πιεῖνἐσμυρνισμένον οἶνον, ὁδὲ οὐκ ἔλαβεν.24Καὶ σταυρώσαντεςαὐτόν,διαμερίζονταιτὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾿ αὐτά, τίς τί ἄρῃ.25Ἦν δὲ ὥρα τρίτῃ καὶ ἐσταύρωσαν αὐτόν.26Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ27Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.28Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, «Καὶ μετὰ ἀνόμων ἐλογίσθη.»29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, «Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,30σῶσον σεαυτὸν καὶ κατάβαἀπὸ τοῦ σταυροῦ.»31Ὁμοίωςκαὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων, ἔλεγον· «Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι.32Ὁ Χριστός, ὁ βασιλεὺς τοῦἸσραήλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.»Καὶ οἱ συνεσταυρωμένοι αὐτῷὠνείδιζον αὐτόν.33Γενομένης δὲὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.34Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων,«Ἐλωΐ, Ἐλωΐ, λιμᾶσαβαχθανί;» ὅ ἐστιν μεθερμηνευόμενον, «Ὁ Θεός,ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;»35Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, «Ἰδού,Ἠλίαν φωνεῖ.»36Δραμὼν δὲ εἷςκαὶγεμίσας σπόγγον ὄξους, περιθείς τεκαλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, «Ἄφετε, ‹ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.› »37Ὁ δὲ Ἰησοῦς, ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν·38καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸἄνωθεν ἕως κάτω.39Ἰδὼν δὲ ὁ κεντυρίων, ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτως κράξαςἐξέπνευσεν, εἶπεν, «Ἀληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ.»40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦνΜαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦἸακώβου τοῦ μικροῦ καὶ Ἰωσῆμήτηρ καὶ Σαλώμη—41αἳ καὶὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ—καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

The burial

42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ Παρασκευὴ ἦν,ὅ ἐστιν προσάββατον,43ἐλθὼνἸωσὴφ ὁἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ,τολμήσας εἰσῆλθεν πρὸςΠιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.44Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν.45Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶματῷ Ἰωσήφ.46Καὶ ἀγοράσαςσινδόνα καὶκαθελὼν αὐτόν, ἐνείλησεντῇ σινδόνι καὶ κατέθηκεναὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.47Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ ΜαρίαἸωσῆἐθεώρουν ποῦ τίθεται.