ΚΑΤΑ ΜΑΡΚΟΝ14grc_sbl

1Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν,2ἔλεγον ⸀γάρΜὴ ἐν τῇ ἑορτῇ, μήποτε ⸂ἔσται θόρυβοςτοῦ λαοῦ.3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· ⸀συντρίψασα⸀τὴνἀλάβαστρον κατέχεεν ⸀αὐτοῦτῆς κεφαλῆς.4ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ⸀ἑαυτούςΕἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;5ἠδύνατο γὰρ τοῦτο ⸂τὸ μύρονπραθῆναι ἐπάνω ⸂δηναρίων τριακοσίωνκαὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.6ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί·7πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε ⸀αὐτοῖςεὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·8ὃ ⸀ἔσχενἐποίησεν, προέλαβεν μυρίσαι ⸂τὸ σῶμά μουεἰς τὸν ἐνταφιασμόν.9ἀμὴν ⸀δὲλέγω ὑμῖν, ὅπου ⸀ἐὰνκηρυχθῇ τὸ ⸀εὐαγγέλιονεἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.10⸀ΚαὶἸούδας ⸂Ἰσκαριὼθ ὁεἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν ⸂παραδοῖ αὐτοῖς.11οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς ⸂αὐτὸν εὐκαίρως παραδοῖ.12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;13καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,14καὶ ὅπου ⸀ἐὰνεἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά ⸀μουὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;15καὶαὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· ⸀καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.16καὶ ἐξῆλθον οἱ ⸀μαθηταὶκαὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.18καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ⸂ὁ Ἰησοῦς εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετʼ ἐμοῦ.19⸀ἤρξαντολυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι ⸀ἐγώ20ὁ ⸀δὲεἶπεν αὐτοῖς· ⸀Εἷςτῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετʼ ἐμοῦ εἰς ⸀τὸτρύβλιον·21⸀ὅτιὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· ⸀καλὸναὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.22Καὶ ἐσθιόντων αὐτῶν ⸀λαβὼνἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· ⸀Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.23καὶ ⸀λαβὼνποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.24καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου ⸀τῆςδιαθήκης τὸ ⸂ἐκχυννόμενον ὑπὲρ πολλῶν.25ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες ⸀σκανδαλισθήσεσθεὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ ⸂τὰ πρόβατα διασκορπισθήσονται.28ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.29ὁ δὲ Πέτρος ἔφη αὐτῷ· ⸂Εἰ καὶπάντες σκανδαλισθήσονται, ἀλλʼ οὐκ ἐγώ.30καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ⸂ταύτῃ τῇ νυκτὶπρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς ⸂με ἀπαρνήσῃ.31ὁ δὲ ⸂ἐκπερισσῶς ἐλάλει· Ἐὰν ⸂δέῃ μεσυναποθανεῖν σοι, οὐ μή σε ⸀ἀπαρνήσομαιὡσαύτως δὲ καὶ πάντες ἔλεγον.32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι.33καὶ παραλαμβάνει τὸν Πέτρον καὶ ⸂Ἰάκωβον καὶἸωάννην μετʼ ⸀αὐτοῦκαὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν,34καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.35καὶ ⸂προελθὼν μικρὸν ἔπιπτενἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπʼ αὐτοῦ ἡ ὥρα,36καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ⸂τοῦτο ἀπʼ ἐμοῦ· ἀλλʼ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.37καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;38γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ⸀ἔλθητεεἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.39καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.40καὶ ⸂πάλιν ἐλθὼν εὗρεν αὐτοὺςκαθεύδοντας, ἦσαν γὰρ ⸂αὐτῶν οἱ ὀφθαλμοὶ⸀καταβαρυνόμενοικαὶ οὐκ ᾔδεισαν τί ⸂ἀποκριθῶσιν αὐτῷ.41καὶ ἔρχεται τὸτρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.42ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.43Καὶ ⸀εὐθὺςἔτι αὐτοῦ λαλοῦντος παραγίνεται ⸀Ἰούδας⸀εἷςτῶν δώδεκα καὶ μετʼ αὐτοῦ ⸀ὄχλοςμετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.44δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ⸀ἀπάγετεἀσφαλῶς.45καὶ ἐλθὼν ⸀εὐθὺςπροσελθὼν αὐτῷ λέγει· ⸀Ῥαββίκαὶ κατεφίλησεν αὐτόν.46οἱ δὲ ἐπέβαλαν ⸂τὰς χεῖρας αὐτῷκαὶ ἐκράτησαν αὐτόν.47εἷς δέ ⸀τιςτῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ⸀ὠτάριον48καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;49καθʼ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλʼ ἵνα πληρωθῶσιν αἱ γραφαί.50καὶ ἀφέντες αὐτὸν ⸂ἔφυγον πάντες.51Καὶ ⸂νεανίσκος τις⸀συνηκολούθειαὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν ⸀αὐτόν52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ⸀ἔφυγεν53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ ⸀συνέρχονταιπάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.54καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.55οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον·56πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατʼ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.57καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατʼ αὐτοῦ λέγοντες58ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω·59καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.60καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;61ὁ δὲ ἐσιώπα καὶ ⸂οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;62ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.63ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;64ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ⸂ἔνοχον εἶναιθανάτου.65καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν ⸂αὐτοῦ τὸ πρόσωπονκαὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ⸀ἔλαβον66Καὶ ὄντος τοῦ Πέτρου ⸂κάτω ἐν τῇ αὐλῇἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ⸂ἦσθα τοῦ Ἰησοῦ·68ὁ δὲ ἠρνήσατο λέγων· ⸂Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τίλέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον ⸂καὶ ἀλέκτωρ ἐφώνησεν.69καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ⸂ἤρξατο πάλινλέγειν τοῖς ⸀παρεστῶσινὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν.70ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ ⸂καὶ ἡ λαλιά σου ὁμοιάζει·71ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.72καὶ ⸀εὐθὺςἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ⸀ὡςεἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα ⸂φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ, καὶ ἐπιβαλὼν ἔκλαιεν.