ΚΑΤΑ ΜΑΡΚΟΝ13grc_sbl

1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.2καὶ ὁ ⸀Ἰησοῦςεἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ⸀ὧδελίθος ἐπὶ ⸀λίθονὃς οὐ μὴ καταλυθῇ.3Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ⸀ἐπηρώτααὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·4Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ⸂ταῦτα συντελεῖσθαι πάντα.5ὁ δὲ Ἰησοῦς ⸂ἤρξατο λέγειν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·6⸀πολλοὶἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.7ὅταν δὲ ⸀ἀκούσητεπολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖγενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος.8ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονταισεισμοὶ κατὰ τόπους, ⸁ἔσονται⸀λιμοί⸀ἀρχὴὠδίνων ταῦτα.9βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσινὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.10καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖκηρυχθῆναι τὸ εὐαγγέλιον.11⸂καὶ ὅταν⸀ἄγωσινὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητεἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.12⸂καὶ παραδώσειἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·13καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ⸀ἑστηκόταὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,15⸀ὁἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτωμηδὲ εἰσελθάτω ⸂τι ἆραιἐκ τῆς οἰκίας αὐτοῦ,16καὶ ὁ εἰς τὸν ⸀ἀγρὸνμὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.17οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.18προσεύχεσθε δὲ ἵνα μὴ ⸀γένηταιχειμῶνος·19ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ⸀ἣνἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.20καὶ εἰ μὴ ⸂ἐκολόβωσεν κύριοςτὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.21⸀καὶτότε ἐάν τις ὑμῖν εἴπῃ· ⸀Ἴδεὧδε ὁ ⸀χριστός⸁Ἴδεἐκεῖ, μὴ πιστεύετε·22ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸντοὺς ἐκλεκτούς·23ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκαὑμῖν πάντα.24Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,25καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.26καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·27καὶ τότε ἀποστελεῖ τοὺς ⸀ἀγγέλουςκαὶ ἐπισυνάξει τοὺς ⸀ἐκλεκτοὺςἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ⸂ἤδη ὁ κλάδος αὐτῆςἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·29οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦταγινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.30ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάνταγένηται.31ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονταιοἱ δὲ λόγοι μου οὐ ⸀μὴ⸁παρελεύσονται32Περὶ δὲ τῆςἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐνοὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.33βλέπετε ⸀ἀγρυπνεῖτεοὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν·34ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳτὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.35γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢὀψὲ ἢ ⸀μεσονύκτιονἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας·37⸀ὃδὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.