ΚΑΤΑ ΜΑΡΚΟΝ11grc_tcg
The Triumphal Entry
1Καὶ ὅτε ἐγγίζουσιν εἰςἹερουσαλήμ, εἰςΒηθσφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ,2καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.3Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· καὶ εὐθέως αὐτὸν ἀποστέλλει ὧδε.4Ἀπῆλθον δὲ καὶ εὗρονπῶλον δεδεμένον πρὸςτὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.5Καί τινες τῶν ἐκεῖἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον;6Οἱ δὲεἶπον αὐτοῖς καθὼςἐνετείλατο ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.7Καὶἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν· καὶἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽αὐτῷ.8Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲστοιβάδαςἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.9Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον,λέγοντες,Ὡσαννά·εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.10Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαυίδ.Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμαὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα,ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.