Mark10grc_f35

Down with divorce!

1Κἀκεῖθενἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας, διὰ τοῦπέραν τοῦ Ἰορδάνου. Καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.2Καὶ προσελθόντεςΦαρισαῖοι ἐπηρώτησαναὐτόν, «Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι;» πειράζοντες αὐτόν.3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, «Τί ὑμῖν ἐνετείλατο Μωσῆς;»4Οἱ δὲ εἶπον, «Μωσῆς ἐπέτρεψενβιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.»5Καὶ ἀποκριθεὶς ὁἸησοῦς εἶπεν αὐτοῖς· «Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην.6Ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός.,7‹Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.›8Ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία.9Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.»10Καὶ ἐν τῇ οἰκίαπάλιν οἱ μαθηταὶ αὐτοῦπερὶ τοῦ αὐτοῦἐπηρώτησαναὐτόν.11Καὶ λέγει αὐτοῖς, «Ὃς ἐὰνἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾿ αὐτήν·12καὶ ἐὰν γυνὴ ἀπολύσῃτὸν ἄνδρα αὐτῆςκαὶ γαμηθῇ ἄλλῳ,μοιχᾶται.»

Jesus blesses little children

13Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν·οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.14Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με·μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.15Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰνμὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.»16Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά, εὐλόγει αὐτά.

A rich young man

17Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν,προσδραμών τιςκαὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, «Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;»18Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.19Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς,Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς,Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.»20Ὁ δὲ ἀποκριθεὶς εἶπεναὐτῷ, «Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.»21Ὁ δὲ Ἰησοῦς, ἐμβλέψας αὐτῷ, ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ·«Ἕν σοιὑστερεῖ·ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸςπτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας τὸν σταυρόν.»22Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.23Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται.»24Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· «Τέκνα, πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ χρήμασινεἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.25Εὐκοπώτερόν γὰρἐστιν κάμηλον διὰτρυμαλιᾶς τῆςῥαφίδος εἰσελθεῖνἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.»26Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, «Καὶ τίς δύναται σωθῆναι;»27Ἐμβλέψας δὲαὐτοῖς ὁ Ἰησοῦς λέγει, «Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰΘεῷ· πάντα γὰρ δυνατά ἐστινπαρὰ τῷ Θεῷ.»

It pays to serve Jesus

28Ἤρξατο δὲὁ Πέτρος λέγειν αὐτῷ,«Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμένσοι.»29Ἀποκριθεὶς δὲὁ Ἰησοῦς εἶπεν·«Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέραἢ γυναῖκαἢ τέκνα ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεντοῦ εὐαγγελίου,30ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα, νῦν ἐν τῷ καιρῷ τούτῳ—οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρακαὶ τέκνα καὶ ἀγρούς (μετὰ διωγμῶν)—καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.31Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶἔσχατοι πρῶτοι.»

Jesus predicts His death a third time

32Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺςὁ Ἰησοῦς· καὶ ἐθαμβοῦντο, καὶἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,33ὅτι «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν·καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν·34καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ,καὶ ἀποκτενοῦσιν αὐτόν.Καὶ τῇ τρίτῃ ἡμέρᾳἀναστήσεται.»

Selfish ambition rebuked

35Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱυἱοὶ Ζεβεδαίου, λέγοντες,«Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμενποιήσῃς ἡμῖν.»36Ὁ δὲ εἶπεν αὐτοῖς, «Τί θέλετε ποιῆσαί μεὑμῖν;»37Οἱ δὲ εἶποναὐτῷ, «Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σουκαὶ εἷς ἐξ εὐωνύμων σουκαθίσωμεν ἐν τῇ δόξῃ σου.»38Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶτὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;»39Οἱ δὲ εἶποναὐτῷ, «Δυνάμεθα.» Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τὸ μὲνποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·40τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶἐξ εὐωνύμων μουοὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται.»41Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.42Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺςλέγει αὐτοῖς· «Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.43Οὐχ οὕτως δὲ ἔσταιἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰνθέλῃ γενέσθαι μέγαςἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,44καὶ ὃς ἐὰνθέλῃ ὑμῶν γενέσθαιπρῶτος, ἔσται πάντων δοῦλος.45Καὶ γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.»

Blind Bartimaeus

46Καὶ ἔρχονται εἰς Ἱεριχώ.Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ,υἱὸς Τιμαίου, Βαρτιμαῖος ὁτυφλός, ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.47Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν,ἤρξατο κράζειν καὶ λέγειν, «Ὁ υἱὸςΔαυίδ, Ἰησοῦ, ἐλέησόν με.»48Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ, ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, «Υἱὲ Δαυίδ, ἐλέησόν με.»49Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι.Καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντες αὐτῷ, «Θάρσει, ἔγειραι,φωνεῖ σε.»50Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰςἦλθεν πρὸς τὸν Ἰησοῦν.51Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς,«Τί θέλεις ποιήσω σοί;»Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, «Ῥαβουνί,ἵνα ἀναβλέψω.»52Ὁ δὲἸησοῦς εἶπεν αὐτῷ, «Ὕπαγε· ἡ πίστις σου σέσωκέν σε.» Καὶ εὐθέωςἀνέβλεψεν, καὶ ἠκολούθησεντῷ Ἰησοῦἐν τῇ ὁδῷ.