ΚΑΤΑ ΜΑΡΚΟΝ1grc_tcg

The Preaching of John the Baptist

1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ,υἱοῦ τοῦ Θεοῦ.2Ὡς γέγραπται ἐντοῖς προφήταις,
Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
3Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
4ἐγένετοἸωάννηςβαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.5Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱἹεροσολυμῖται,καὶ ἐβαπτίζοντο πάντεςἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.6Ἦν δὲἸωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.7Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.8Ἐγὼμὲν ἐβάπτισα ὑμᾶςἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶςἐν Πνεύματι Ἁγίῳ.

The Baptism of Jesus

9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθενἸησοῦς ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθηὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.10Καὶεὐθέως ἀναβαίνωνἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμαὡσεὶ περιστερὰν καταβαῖνονἐπ᾽ αὐτόν·11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐνεὐδόκησα.

The Temptation of Jesus

12Καὶεὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.13Καὶ ἦνἐκεῖ ἐν τῇ ἐρήμῳἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.

Jesus Begins His Ministry

14Μετὰ δὲ τὸ παραδοθῆναιτὸνἸωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιοντῆς βασιλείας τοῦ Θεοῦ,15καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

Jesus Calls His First Disciples

16Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸναὐτοῦ τοῦ Σίμωνοςβάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρἁλιεῖς.17Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.18Καὶεὐθέως ἀφέντες τὰ δίκτυααὐτῶν, ἠκολούθησαν αὐτῷ.19Καὶ προβὰςἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶἸωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.20Καὶεὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

Jesus Casts Out an Unclean Spirit

21Καὶ εἰσπορεύονται εἰςΚαπερναούμ· καὶεὐθέως τοῖς σάββασινεἰσελθὼνεἰς τὴν συναγωγήν, ἐδίδασκε.22Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.23Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε,24λέγων,Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.25Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ.26Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶκράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.27Καὶ ἐθαμβήθησανπάντες, ὥστεσυζητεῖνπρὸς ἑαυτούς, λέγοντας, Τί ἐστι τοῦτο;Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;28Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦεὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

Jesus Heals Many

29Καὶεὐθέως ἐκ τῆς συναγωγῆςἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶἸωάννου.30Ἡ δὲ πενθερὰΣίμωνος κατέκειτο πυρέσσουσα, καὶεὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς·31καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸςαὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸςεὐθέως, καὶ διηκόνει αὐτοῖς.32Ὀψίας δὲ γενομένης, ὅτεἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·33καὶἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν.34Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαναὐτόν.

Jesus Preaches in Galilee

35Καὶ πρωῒἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.36Καὶκατεδίωξαν αὐτὸνὁ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ·37καὶεὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντεςσε ζητοῦσι.38Καὶ λέγει αὐτοῖς, Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα.39Καὶἦν κηρύσσωνἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.

Jesus Cleanses a Man with Leprosy

40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶναὐτόν,καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.41Ὁ δὲ Ἰησοῦςσπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα,ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι.42Καὶεἰπόντος αὐτοῦεὐθέως ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶἐκαθαρίσθη.43Καὶ ἐμβριμησάμενος αὐτῷ,εὐθέως ἐξέβαλεν αὐτόν,44καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.45Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν,ἀλλ᾽ ἔξωἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸνπανταχόθεν.